Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.188
Not analysed yet
κῶλα ἐπαναφέρειν καὶ ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχεσθαι. Εἰσὶ δὲ καὶ παρ' ἑτέροις ὅμοιαι ἐν προθέσεσιν ἐπιμοναί, ὡς καὶ παρ' Ἡροδότῳ τὸ «κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα, κατὰ δὲ τὰ τέκνα». Ἡ δὲ ῥηθεῖσα ἔκφρασις κεκαλλώπισται καὶ ἄλλως παρίσοις, ἤγουν ὁμοιοτελεύτοις, τῷ ἀλκή, ἰωκή, κεφαλή, δεινή, σμερδνή. (v. 739—42) Κάλλους δὲ σχῆμα καὶ τὸ «αἰγίδα δεινήν, ἣν περὶ φόβος», ὅμοιον τῷ «αὐτίκα βοὴ ἦν» καὶ τοῖς ὁμοίοις. Ἔνθα καὶ σημείωσαι ὅτι ἑρμηνεύων, πῶς δεινὴ ἡ αἰγίς, ἐπήγαγε τὸ «ἣν περὶ μὲν φόβος ἐστεφάνωται» καὶ τὰ ἑξῆς. τὸ μέντοι «Γοργεία κεφαλὴ δεινή» ἀνεπεξέργαστον εἴασεν ὡς γνωριμώτερον. Καὶ ὅρα ὅτι τὴν τερατώδη σκυθρωπότητα τῆς ἐκφράσεως κάλλους ἐφαίδρυνε σχήμασι. Περὶ δὲ τῆς Γοργείας κεφαλῆς ζητητέον καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅλον δὲ τὸ «Γοργείη κεφαλὴ δεινοῖο πελώρου» ὅμοιόν ἐστι τῷ «Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος». Ὡς γὰρ ἐκεῖνο τῇ τοῦ κτητικοῦ ἀναλύσει εὐοδοῦται εἰς σύνταξιν, οὕτω καὶ τοῦτο. τὸ γὰρ Νεστορέῃ ἀναλυθὲν εἰς τὸ «τῇ τοῦ Νέστορος» εὖ ἔχει πρὸς τὸ εἰπεῖν· παρὰ τῇ Νέστορος βασιλῆος νηΐ. Οὕτω δὲ καὶ τὸ «Γοργείη κεφαλὴ δεινοῦ πελώρου» λέγει κατ' ἀνάλυσιν, ὅτι ἡ κεφαλὴ τῆς Γοργοῦς τοῦ δεινοῦ πελώρου. [Ὁμοίως καὶ τὸ «Θηβαίας ἐπισκοποῦντ' ἀγυιάς, τὰν ἐκ πασᾶν τιμᾷς» μεταποιηθὲν ἀναλυτικῶς εὐοδοῦται εἰς τό· τὰς τῆς Θήβης ἀγυιάς, ἣν ἐπέκεινα πασῶν πόλεων τιμᾷς. Ἐκεῖνο μέντοι καὶ ἄλλως καθίσταται. δύναται γὰρ εἶναι τὸ Θηβαίας ἀντὶ τοῦ Θήβης, ἵνα ᾖ ὥσπερ σελήνη σεληναία, οὕτω καὶ Θήβη Θηβαία αὐτὴ ἡ Θήβη. Ὅμοιον δὲ πρὸς τὸ «Γοργείη κεφαλὴ δεινοῖο πελώρου» καὶ ἐκ τῶν Σοφοκλέους τὸ «Λαβδακείῳ παιδί, Πολυδώρου τε καὶ Κάδμου καὶ Ἀγήνορος». Καὶ ἐκεῖ γὰρ εὔοδος ἡ σύνταξις δι' ἀναλύσεως τοῦ «Λαβδακείῳ παιδί», ἵνα ᾖ τῷ παιδὶ τοῦ Λαβδάκου καὶ τῶν ἑξῆς.] Χρῆσις δὲ τῆς Γοργοῦς πολλαχοῦ, εἰ καὶ κοινῶς