Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.191
Not analysed yet
διὰ τὴν ἐν αὐτοῖς ἀλκὴν καὶ δεινότητα καὶ γοργότητα. Καὶ οὗτος μὲν εἷς τρόπος ἀλληγορίας ἐπὶ τῇ αἰγίδι ὁ φυσικώτερος. ἔνθα καὶ τὸ πρὸ ὀλίγου ῥηθὲν ἐνθυμητέον τὸ «ἐρεμνὴν ἐπισείει αἰγίδα ὁ Ζεύς», ὡς τῶν ἐν ἀέρι καταιγίδων οὐχ' ἁπλῶς ἀεὶ μελαινομένων, ἀλλά ποτε καὶ ἠΰτε πίσσα κατὰ τὸν ποιητήν. Εἰ μέντοι νοῦς ὁ Ζεὺς νοοῖτο, ἀνάλογος ἂν αὐτῷ καὶ ἡ αἰγὶς ἐκλαμβάνοιτο, δύναμις δηλαδή τις νοερά, οὐ μόνον ὑψηλὴ καὶ ἀνωφορουμένη, ἀλλὰ καὶ πολὺ τὸ πυκνὸν ἔχουσα καί, ὡς ἂν εἴπῃ τις, λάσιον, ὁποῖα λάσια καὶ τὰ τοῦ Ἀχιλλέως στήθη ὡς δασυστέρνου ἐν τῇ α ῥαψῳδίᾳ νοοῦσί τινες. Ἡ δὲ τοιαύτη αἰγὶς κατὰ τὸν ποιητὴν φόβῳ τε ἂν στεφανοῖτο, φοβερὰ δηλαδὴ τοῖς ἀντιμάχοις ἐπαιγίζουσα, στεφανοίη δ' ἂν αὐτὴν καὶ ἡ ἔρις ἡ ἐπ' ἀγαθῷ πάντως, ἔχοι δ' ἂν καὶ ἀλκήν, ἀλλὰ καὶ γοργότητα τὴν ἐπὶ τοῖς πρακτέοις. Τοιαύτης οὖν οὔσης τῆς κατὰ νοῦν θεωρουμένης αἰγίδος, εἴη ἂν καὶ ἡ τῆς Ἀθηνᾶς αἰγὶς ὁμοία τῇ ἠθικευομένῃ ταύτῃ αἰγίδι τοῦ Διός. Ἐκεῖνός τε γὰρ νοῦς τεθεώρηται καὶ αὐτὴ θυγάτηρ ἐκείνου. ἡ φρόνησις γὰρ νοός ἐστι προβολή. Ὅθεν καὶ ἡ αἰγὶς ἐπ' ἀμφοῖν τούτοιν συγγενής, καὶ ὅσα ἐπὶ μιᾶς τῆς τοῦ νοός, ταῦτα καὶ ἐπὶ τῆς ἑτέρας συμβιβάζοιτο ἄν, ἣν ἡ Ἀθηνᾶ φορεῖ. Ἰστέον δὲ καὶ ὅτι, ἐὰν καὶ εἰς ἀέρα ἡ Ἀθηνᾶ ἐκλαμβάνηται, ὡς ἐν τῇ α ῥαψῳδίᾳ εἴρηται, εἴη ἂν οὕτω καὶ φυσικῶς ἡ αἰγὶς τῇ Ἀθηνᾷ, ὡς καὶ τῷ πατρὶ Διΐ, προσαρμόζουσα. Κἀκεῖνο