Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.192
Not analysed yet
δὲ ἰστέον, ὅτι νομοθετοῦσα μὲν ἡ Ἀθηνᾶ, ἤγουν ἡ φρόνησις, καὶ οἰκονομοῦσα καὶ δικάζουσα καὶ ὅλως εἰρήνην πραγματευομένη καὶ ἡσυχάζουσα καὶ εἰς θεωρίαν ἀπασχολοῦσα ἑαυτὴν καὶ οἷον οἰκουρίαν πολιτικήν, ἧς παρώνυμον τὰ οἰκούρια παρὰ Σοφοκλεῖ, ἅπερ εἰσὶν οἰκουρίας μισθοί, θήλεια τάχα πώς ἐστι καὶ μαλακῶς ἔχει καὶ τὸν ἑανὸν πέπλον ἐνδέδυται. ὅτε δὲ πολέμοις ἐπέξεισι καὶ μάχας τάττει καὶ ἀντεπεξάγεται τῷ βροτολοιγῷ, τηνικαῦτά γε τὸν πέπλον μὲν εἰς ἔδαφος καταχέει, μετασκευάζεται δὲ πρὸς τὸ ἀρρενωπότερον καὶ ὥσπερ ἐπαιγίζει τοῖς ἀντιπάλοις καὶ οὐκέτι γαληνὸν καὶ μαλακὸν ἀλλὰ γοργὸν ἐμβλέπει καὶ τὴν σμερδαλέαν καὶ δεινὴν αἰγίδα φορεῖ. (v. 738) Ἔτι ἰστέον καὶ ὅτι ὁ παλαιὸς λόγος τοὺς θυσάνους, ὅ ἐστι κροσσούς, τῆς ῥηθείσης αἰγίδος ὄφεις βούλεται εἶναι ἢ ὀφεωειδεῖς. Φησὶ γοῦν Ἡρόδοτος, ὅτι τὴν ἐσθῆτα καὶ τὰς αἰγίδας τῶν ἀγαλμάτων τῆς Ἀθηνᾶς ἐκ τῶν Λιβυσσῶν ἐποιήσαντο οἱ Ἕλληνες, πλὴν ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσῶν ἐστι καὶ οἱ θύσανοι οἱ ἐκ τῶν αἰγίδων οὐκ ὄφιές εἰσιν ἀλλὰ ἱμάντινοι. Ὁ δὲ αὐτὸς λέγει καί, ὅτι δὲ ἐκ Λιβύης ἥκει ἡ στολὴ τῶν Παλλαδίων, δῆλον. αἰγέας γὰρ περιβάλλονται ψιλὰς περὶ τὴν ἐσθῆτα θυσανωτοὺς αἱ Λίβυσσαι, κεχρισμένας ἐρευθεδάνῳ. ἐκ δὲ τῶν αἰγέων τούτων αἰγίδας οἱ Ἕλληνες μετωνόμασαν. λέγει δὲ Ἡρόδοτος ἐν τούτοις αἰγέας μὲν δορὰς αἰγῶν, ὡς καὶ προείρηται, ἐρευθεδάνῳ δέ, ἤτοι ἐρυθροδάνῳ, κεχρισμένας τὰς ἐρυθροβαφεῖς. Σημείωσαι δὲ καὶ ὡς, εἴπερ αἱ πρῶται καὶ κυρίως αἰγίδες αἱ Λίβυσσαι θυσάνους εἶχον φρικτούς, ὁποίους Ἡρόδοτος ἱστορεῖ, ἔστιν αὐτόθεν νοῆσαι τὸ ἐν τῇ ποιητικῇ αἰγίδι φοβερὸν καὶ δεινὸν καὶ σμερδνόν, διὰ τοὺς ῥηθέντας δηλαδὴ ὄφεις. Τὸ δὲ «πλὴν ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσῶν» δηλοῖ τὰς παρ' Ἕλλησιν αἰγίδας ἐν ἀγάλμασι, τυχὸν Διὸς ἢ Ἀθηνᾶς, ὑφαντὰς ἢ πλεκτάς τινας εἶναι καὶ οἷον σαγοειδεῖς μαλλωτάς, τυχὸν μὲν ἐξ εὐπορίστου ὕλης, τυχὸν δὲ καὶ ἐκ τιμιωτέρας, οὐ μὴν αὐτόχρημα