Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.198
Not analysed yet
ἐκεῖνα δὲ ἡ Ἥρα λυπουμένη, ἐὰν ὁ ἀθέμιστος Ἄρης κακὰ ποιῇ, παροξυνθεὶς ὑπὸ Κύπριδος καὶ Ἀπόλλωνος. (v. 757) Ὅρα δὲ ὅτι τὸ «Ζεῦ πάτερ» δὶς ἡ Ἥρα προσφωνεῖ, κολακεύουσα καιρίως τὸν Δία. Καρτερὰ δὲ καὶ νῦν ἔργα τὰ βίαια. (v. 758) Τὸ δὲ ὁσσάτιον δύο ἔχει παραγωγὰς ἐκ τοῦ ὅσσος· ὅσσατος γάρ, εἶτα ὁσσάτιος. (v. 759 s.) Τὸ δὲ «ἐμοὶ δ' ἄχος, οἳ δὲ τέρπονται» σχῆμά ἐστι γοργὸν ἀντιθετικόν, σύνηθες καὶ αὐτὸ ῥήτορσι. (v. 761) Τὸ δὲ ἀνέντες ἀντὶ τοῦ ἐρεθίσαντες, παροξύναντες, ἀναπείσαντες. λέξις δὲ καὶ αὕτη ἀγαθὴ καὶ τοῖς πεζολογοῦσι, ληφθεῖσα ἐκ χορδῶν ἀνιεμένων, ἢ μᾶλλον ἐκ κυνῶν λυθέντων ἐπὶ ἄγρᾳ. ταύτῃ δὲ σύστοιχον καὶ τὸ ἀνῆκεν ἀντὶ τοῦ ἀνέπεισε. (v. 763) Τὸ δὲ δίωμαι πρωτόθετον τοῦ διώκω ἐστί. (v. 765) Τὸ δὲ ἄγρει ἀντὶ τοῦ ἄγε σπουδὴν παρακελεύεται, ὁποία πρέπει καὶ εἰς ἄγραν, ὡς ἀπὸ τοῦ ἀγρεῖν, ἐξ οὗ καὶ τὸ ζωγρεῖν καὶ τὸ ἀγρεύειν. (v. 766) Πελάζειν δὲ ὀδύναις κακαῖς, ἤγουν κακωτικαῖς, τὸν Ἄρην λέγεται Ἀθηνᾶ, ἐπείπερ Ἀθηνᾶ μέν ἐστιν ἡ φρόνησις, Ἄρης δὲ εἰς ἀλογίαν μεταλαμβάνεται. Περιγίνεται δὲ φύσει τοῦ τοιούτου Ἄρεος ἡ ἀλληγορουμένη Ἀθηνᾶ, οὐ μὴν ἡ Ἥρα, τουτέστιν