Ancient Greek · ~9 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.197
Not analysed yet
εἰπεῖν. Ἔστι δὲ τὸ ἔμυκον δεύτερος ἀόριστος τοῦ μυκῶ ῥήματος κατὰ τὸ χραισμῶ ἔχραισμον, δουπῶ ἔδουπον, κτυπῶ ἔκτυπον, ληκῶ ἔλακον. Τὸ δὲ αὐτόματοι ἀντὶ τοῦ μόναι ἀφ' ἑαυτῶν δίχα πυλωρῶν, ὡς ἐὰν ἦσαν αἰσθητικαί. εἴρηται δὲ καθ' ὁμοιότητα τοῦ «αὐτόματος δέ οἱ ἦλθεν βοὴν ἀγαθὸς Μενέλαος». Παρὰ δέ γε τοῖς μεθ' Ὅμηρον σοφοῖς ἄλλως ἡ λέξις αὕτη λαμβάνεται. ἧς καὶ εὐθεῖα ἡ ἑνικὴ οὐ μόνον εἰς ος λήγει, ἀλλὰ καὶ διὰ τοῦ η προφέρεται. ἡ αὐτομάτη γάρ. (v. 750) [Τὸ δὲ ἐπιτέτραπται λέξις σεμνὴ καιρία κατὰ τὸ «ᾧ λαοί τ' ἐπιτετράφαται» καὶ ὅσα τοιαῦτα.] Τὸ δὲ «μέγας οὐρανὸς Οὔλυμπός τε» ἢ ἐκ παραλλήλου τὸ αὐτὸ λέγουσι κατὰ ἀλληγορικὴν ἀλήθειαν, ἢ καὶ ἄλλως, ὡς καὶ ἀλλαχοῦ, Ὄλυμπον μὲν νοητέον τὸ Μακεδονικὸν ὄρος, οὐρανὸν δὲ τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃς ποτὲ μὲν κλείεται, ὅσα καὶ πύλαις, τοῖς νέφεσι, ποτὲ δέ, ὡς οἷον ἀνοιγόμενος διεκφαίνεται. (v. 756) Ὅτι παρὰ μὲν τοῖς ὕστερον διαφορά ἐστιν ἐρωτήσεως καὶ πεύσεως, Ὅμηρος δὲ καὶ τὴν πεῦσιν ἐρώτησιν οἶδε. Φησὶ γὰρ ὅτι ἡ Ἥρα τὸν Δία ἐξείρετο καὶ μετέειπεν. ἡ δὲ τοιαύτη ἐρώτησις πεῦσις ἐνταῦθά ἐστι. δύο γὰρ στίχους δαπανᾷ ὁ Ζεὺς εἰς ἀπόκρισιν. Ἴδιον δὲ πάντως πεύσεως τὸ ἐν τῇ ἀποκρίσει μακρολογεῖν, ὥσπερ ἐρωτήσεως τὸ θεραπεύεσθαι τὸν ἐρωτῶντα διὰ τοῦ ναί ἢ οὔ ἢ διὰ κατανεύσεως μόνης καὶ ἀνανεύσεως. (v. 757—61) Ὅτι νεμεσῶν τις ἀνδρὶ ἄφρονι ἐρεθισθέντι πρός τινων εἰς πολλῶν μάτην ὄλεθρον, ἐρεῖ παρῳδήσας τὰ ῥηθησόμενα ἔχοντα οὕτω «Ζεῦ πάτερ, οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα, ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐμοὶ δ' ἄχος, οἳ δὲ ἕκηλοι τέρπονται», Κύπρις τε καὶ Ἀπόλλων, «ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα». (v. 762 s.) Εἰ δὲ καὶ θαρρεῖ ὁ νεμεσῶν τίσασθαι τὸν τοιοῦτον, ἁρμόττει κατὰ παρῳδίαν καὶ τῶν ἐφεξῆς τὸ «Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, εἴ κεν Ἄρηα λυγρῶς πεπληγὼς μάχης ἐξαποδίωμαι», ἤγουν ἐκδιώξω. (v. 765 s.) Ὁ δὲ ταῦτα ἀκούσας καὶ παραινῶν τὴν μετὰ φρονήσεως ἄμυναν ὀρθῶς ἂν ἐρεῖ τὸ «ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, ἥ ἑ», ἤγουν ἥτις αὐτὸν τὸν ἀλόγιστον Ἄρην, «μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν», ὅπερ ἐστὶ περιφραστικῶς ἶσον τῷ κακύνειν. Λέγει δὲ τοῦτο μὲν ὁ τοῦ μύθου Ζεύς,