Ancient Greek · ~9 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.3
Not analysed yet
τιμήν, ἐὰν διὰ τοῦτο ἡ Ἀθηνᾶ βοηθῇ τῷ Διομήδει, ἵνα κλέος ἐκεῖνος ἄροιτο. καὶ ὡς τοῦ «ἔκδηλος γένοιτο» διασαφητικόν ἐστι τὸ «καὶ κλέος ἐσθλὸν ἄροιτο». (v. 4—7) Ὅτι φωσφόρον, ὡς καὶ ἐν ἄλλοις εἴρηται, ὁ μῦθος λέγει τὴν Ἀθηνᾶν, ὡς τῆς φρονήσεως οὔσης τοιαύτης. διὸ καὶ ἐν Ὀδυσσείᾳ νύκτωρ λύχνον ἔχουσα προοδεύει τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου, καὶ ἐνταῦθα «δαῖέ οἱ», τουτέστιν ἀνέκαιε τῷ Διομήδει, «ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ», ὅ ἐστιν ἀκοπίατον, ἀκατάπαυστον, «ἀστέρ' ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα λαμπρὸν παμφαίνῃσι λελουμένος Ὠκεανοῖο», ἵνα καὶ οὕτως ἔκδηλος, ὡς εἴρηται, ὁ Διομήδης ἐν ἅπασιν Ἀργείοις γένηται, ἤγουν τῶν Ἀργείων ἐκδηλότατος πάντων. τὰ γὰρ πρὸ τούτου ἐπεσκοτεῖτο οἷον ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς. ἢ καὶ διότι ἐν τῷ φθάσαντι χρόνῳ τὴν Θρᾴκην ἐγεώργει, ὥς τινες ἱστοροῦσι, καὶ οὐκ ἦν ἐμφιλοχωρῶν τῷ πολέμῳ, ὡς ἂν εἴη διάδηλος καὶ λαμπρὸς καὶ ἐκφανέστατος. Τὸν δὲ Ὁμηρομάστιγα Ἐφέσιον Ζωΐλον μεμφόμενον τῷ ποιητῇ τούτου τοῦ πυρός, ὃ κατέφλεξεν ἄν, ὡς αὐτὸς λέγει, τὸν ἥρωα, καταρραπιστέον, εἴγε σπουδάζων τὴν φαντασίαν εἰς ἀλήθειαν ἕλκει καὶ οὐδὲ Ὁμήρου ἀκούει, πῦρ μὲν εἰπόντος, εἶτα ἑαυτὸν ἐφερμηνεύοντος καὶ τρόπον τινὰ λέγοντος, ὅτι οὐ πυρὶ φλέγοντι ἀλλ' ἀστέρι ἐῴκει λαμπρὸν παμφαίνοντι. Ἔτι μεμπτέον ἐκεῖνον καὶ ὅτι οὐδὲ τὴν ἐκ τῆς ἀλληγορίας θεραπείαν τῷ νοσοῦντι τοῦ μύθου προσάγειν ἐθέλει. οὐ γὰρ αὐτόχρημα πῦρ ἀνήπτετο ἐκ τῶν τοῦ Διομήδους ὅπλων, ἀλλ' ὡσανεὶ πῦρ διὰ τὴν τῶν ὅπλων λαμπρότητα, ὑπὲρ τὰς ἄλλας, ὡς εἰκός, οὖσαν. διὸ καὶ ὁ Πάνδαρος ἐν τοῖς ἑξῆς ἀσπίδι λέγει γινώσκειν τὸν Διομήδην καὶ τρυφαλείῃ. Ἢ καὶ ἄλλως, οἷόν τι πῦρ νοεῖται ἀνάπτεσθαι ἐκ τῶν ὑψηλοτέρων ὅπλων καὶ μερῶν τοῦ ἥρωος διὰ τὸ τὸν Διομήδην σήμερον κατὰ τὸν ποιητὴν ἔκδηλον γενέσθαι πᾶσιν Ἀργείοις καὶ ἐκφανθῆναι ὑπὲρ τοὺς ἄλλους καὶ εἰς μέσον ὠσθέντα, ὅθι πλεῖστοι κλονέοντο, τῶν ἄλλων φανερῶς—εἰπεῖν δὲ ταὐτὸν φαεινῶς καὶ φανερῶς—ὑπερφαίνεσθαι καὶ δοκεῖν οἷον πυρόεντα καὶ τῇ ὑπεροχῇ προλάμπειν, πέμποντα φλογίου πυρὸς φαντασίαν δαιομένου, ἐξ οὗ καὶ τὸ δῆλος καὶ τὸ ἔκδηλος γίνεται. ἀπὸ γὰρ τοῦ δαίω καὶ ταῦτα παράγεται. οὕτω δὲ καὶ ἡ Ἀθηνᾶ ἐν τοῖς ἑξῆς εἰς ὄχεα φλόγεα βαίνει, ὅ ἐστιν, εἰς λαμπρὰ καὶ δῆλα καὶ παμφαίνοντα. καὶ οἱ τοῦ Ἀγαμέμνονος