Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.4
Not analysed yet
δέ που ὀφθαλμοὶ πυρὶ λάμποντι ἐῴκεσαν, οὐ μὴν αὐτὸ τοῦτο πῦρ ἦσαν. κατὰ τοιοῦτον δέ τινα λόγον καὶ ἐν τῇ ςʹ ῥαψῳδίᾳ φλόγα παμφανόωσαν ἐκ τοῦ Ἀχιλλέως ἀνακαίει ἡ Ἀθηνᾶ ἐκφοβοῦσα τοὺς Τρῶας. ἔνθα οὐδὲ ἀστέρι ἐκεῖνον εἰκάζει, ἀλλὰ μεγάλοις πυρσοῖς νησιωτικοῖς. καὶ ἔστιν ἐκεῖνο τούτου τοῦ πυρὸς λαμπρότερον καὶ φοβερώτερον. Πυρὶ μέντοι αὐτόχρημα ὥπλισται ὁ ἐν τοῖς ἑξῆς κατὰ τὸν μῦθον μάχιμος Ἥφαιστος. διὸ καὶ ὁ ποταμὸς Ξάνθος ἐρεῖ· οὐκ ἄν σοι μαχοίμην πυρὶ φλεγέθοντι. χρήσιμος δὲ ἐνταῦθα καὶ ἡ παρὰ τῷ Τραγικῷ ἀστραπὴ τῶν ὅπλων καὶ τὸ «τεύχεα ποικίλα ἔλαμπεν». Ὅτι δὲ ἐνδέχεται καὶ τὸ ὡς παραβολικὸν ἐπίρρημα ἐνταῦθα προσυπακούειν καὶ λέγειν ὅτι ὡς πῦρ ἀκάματον ἐκ τοῦ Διομήδους ἀνήπτετο, δηλοῖ ἐν τοῖς ἑξῆς λεχθησομένοις καὶ τὸ «ἐμάχοντο δέμας πυρός». οὐ γὰρ δήπου πῦρ ἐμάχοντο ἀλλ' ὡς πῦρ. Σημείωσαι δὲ ὅτι καὶ ἐξ εἰκότων ὁ περὶ τοῦ πυρὸς τούτου ἐνταῦθα λόγος πέπλασται τῷ ποιητῇ, ὡς πολλάκις καὶ τοιούτων τινῶν γινομένων, καθὰ καὶ ἐπὶ τοῦ μεγάλου Ἀλεξάνδρου συνέπεσε. κινδυνεύων γὰρ ἐκεῖνός που ἐν Ἰνδίᾳ ἐτινάξατο τοῖς ὅπλοις κατὰ τὴν ἱστορίαν. οἱ δὲ βάρβαροι σέλας τι καὶ φάσμα πρὸ τοῦ σώματος ἔδοξαν φέρεσθαι. καὶ Ὅμηρος μὲν ὡς μῦθον εἰπὼν συμβιβάζεται ἀλληγορικῶς, ἡ δέ γε ἱστορία πολλὰ σώματα πυροβολῆσαι διδάσκει. Τιβερίου τε γὰρ ἵππος σπινθῆρας ἠφίει ποτὲ τοῦ στόματος καὶ τὸ τέρας ἀπέβη αἴσιον. ὑπάτευσε γὰρ ἐκεῖνος. καὶ Βαλίμερ δέ, ὁ Θευδερίχου πατήρ, ὁ κατακρατήσας Ἰταλίας, φασίν, ἁπάσης, τοῦ οἰκείου σώματος σπινθῆρας ἀπέπαλλε. καί τις δὲ σοφὸς παλαιός φησι περὶ ἑαυτοῦ, ὅτι ἐνδυομένου ποτὲ καὶ ἐκδυομένου αὐτοῦ σπινθῆρες ἀπεπήδων ἐξαίσιοι, ἔστιν ὅτε καὶ κτυποῦντες, ἐνίοτε δὲ καὶ φλόγες ὅλαι κατέλαμπον, φησί, τὸ ἱμάτιον μὴ καίουσαι. καὶ τὸ τέρας ἐκεῖνος ἀγνοεῖν λέγει εἰς ὃ τελευτήσειεν. Ἐνταῦθα δὲ μνηστέον καὶ ὅτι Κλεομένης καθ' Ἡρόδοτον καλλιερευόμενος εἶδεν ἐξ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψασαν. Προσενθυμητέον δὲ καὶ τόν, ὡς αὐτὸς λέγει, καιόμενον χρυσὸν ἐπὶ πρώτῳ ἀδελφῷ Σκύθῃ καὶ δευτέρῳ, ὃς ἐπὶ τῷ τρίτῳ καὶ νεωτάτῳ κατέσβη, φησίν. ὑποθετέον οὖν καὶ τὸν Διομήδην οὕτω πως πυρεκβολεῖσθαι δι' Ἀθηνᾶς.