Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.31
Not analysed yet
αὐτῷ κλονουμένους. (v. 93) Τὸ δὲ «ὑπὸ Τυδείδῃ κλονέοντο» συνήθης Ὁμήρῳ σύνταξις Ἀττική, ἀντιπτωτικῶς ἡ αὐτὴ οὖσα τῷ «ὑπὸ Τυδείδου». (v. 959) Ὅτι ὁ τοῦ Λυκάονος ἀγλαὸς υἱὸς Πάνδαρος ἔβαλε τὸν Διομήδην, «τυχὼν κατὰ δεξιὸν ὦμον θώρηκος γύαλον, διὰ δ' ἔπτατο πικρὸς ὀϊστός, ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ' αἵματι θώρηξ». Καὶ σημείωσαι τὰς τοῦ πολέμου τύχας. οὐ γάρ ἐστι δρῶντά τι μὴ καὶ ἀντιπαθεῖν, ὡς καὶ Διομήδης ἀριστεύων βέβληται, εἰ καὶ μὴ μέγα τι ἐντεῦθεν βέβλαπται. Ὅρα δὲ καὶ ὅτι εὔστοχος μὲν τοξότης ὁ Πάνδαρος, δυστυχὴς δέ. ὡς γὰρ τοῦ Μενελάου ἔτυχε μέν, οὐκ ἔβλαψε δέ, οὕτω καὶ τοῦ Διομήδους. Πιθανὰ δὲ βουλόμενος ὁ ποιητὴς λαλεῖν, ὁρίζει καὶ τὸν τόπον, ἔνθα ὁ Διομήδης ἐβλήθη. κατὰ γὰρ τὸν ὦμον τὸν δεξιόν φησι. (v. 99) Θώρακος δὲ γύαλον, ἤγουν κοίλωμα, λέγει τὸ περὶ τοὺς ὤμους καὶ τὰ στήθη πρὸς ἀντιδιαστολὴν τῆς τῶν χειρίδων στενότητος. [Οὐ θώρακι δὲ μόνον ᾠκείωται τὸ γύαλον, ἀλλὰ καί τισιν ἄλλοις, ὡς δῆλον καὶ ἐκ τοῦ «ὦ κοίλης πέτρας γύαλον».] Ἀπίων δὲ καὶ Ἡρόδωρός φασι γύαλον μὲν θώρηκος προπαροξύνεσθαι, γυαλὸν δὲ λίθον ὀξυτόνως λέγεσθαι, οἷον «γυαλὸν λίθον ἀγκάσασθαι». Τὸ δὲ διέπτατο τὸ τάχος δηλοῖ τοῦ πτερόεντος ὀϊστοῦ τὸ μετὰ τὴν ἐκ τόξου ὁρμήν. ἐκεῖθεν γὰρ πτάμενος, εἶτα βαλών, οὐκέτι διέπτατο, ἀλλ' ἐνεσχέθη. διὸ Σθένελος διαμπερὲς ἐξείρυσεν αὐτόν. Καὶ ἔστι καὶ οὗτος ὁ τρόπος ὑστερολογία, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Τῆς δὲ ἀναλογίας τοῦ διέπτατο καὶ τὸ «πολιὸν αἰθέρ' ἀμπτάμενος», καὶ τὸ «διαπτάσθαι σκάφος». Ἔστι δὲ καὶ δεύτερος ἐν τούτοις μέσος ἀόριστος, οἷον «περιχαρὴς δ' ἀνεπτόμην», ἐξ οὗ καὶ τὸ πτέσθαι, ὡς τὸ «μηδέπω πτέσθαι σθένοντες». κατὰ δὲ τὸ διέπτατό