Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.30
Not analysed yet
πολλὰ κεάσαι». Λέγεται δὲ καὶ σὺν τῷ σ σκεδάζω καὶ δίχα τοῦ σ κεδάζω, καθ' ὁμοιότητα τοῦ μικρός σμικρός, σῦς ὗς καὶ τῶν ἄλλων, ἃ προδεδήλωται. (v. 88 s.) Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ ὁ χείμαρρος τὰς πυκνὰς καὶ συνεχεῖς γεφύρας τὰς χειροκμήτους, οὕτω καὶ ὁ Διομήδης τὰς λεγομένας τοῦ πολέμου γεφύρας ἐσκέδασε καὶ συνέχεε. τίνες δέ εἰσιν αἱ τοῦ πολέμου γέφυραι, προείρηται ἀλλαχοῦ. Ὅρα δὲ καὶ ὅτι τὸ «ἐσκέδασε γεφύρας» ἐφερμηνεύων σαφέστερον ἐπάγει· «ὃν οὔτε γέφυραι ἐεργμέναι», ἤγουν κατησφαλισμέναι, ἰσχανόωσιν, ἤτοι ἐπέχουσι, κωλύουσιν. οὗ πάλιν ἐφερμηνευτικὸν τὸ «οὔτ' ἂρ ἕρκεα ἴσχει ἀλωάων». ταὐτὸν γὰρ τὸ ἴσχειν καὶ ἰσχανάαν, ὅπερ παράγεται οὕτω· ἔχω, ἀφ' οὗ ἴσχω, ἐξ οὗ ἰσχαίνω καὶ ὁ μέλλων ἰσχανῶ. τοῦτο δὲ μεταχθὲν εἰς ἐνεστῶτα συζυγίας δευτέρας ποιεῖ τὸ ἰσχανῶ. (v. 90—4) Ἕρκη δὲ ἀλωῶν τῶν ἀμπελοφύτων χωρίων τοὺς φραγμοὺς λέγει. Εἶεν δ' ἂν ἕρκη τὰ εἴργοντα καὶ ἐέργοντα, ὅθεν καὶ ἐεργμέναι γέφυραι, ἃς διὰ τὸ κατησφαλίσθαι καὶ πυκινὰς ἔστιν εἰπεῖν, ὃ κεῖται οἰκείως καὶ προσφυῶς ἐν τῇ ἀποδόσει τῆς παραβολῆς, ἥτις ἐστὶ τὸ «πυκιναὶ κλονέοντο φάλαγγες», ἧς διασαφητικὸν τὸ «οὐδ' ἄρα μιν μίμνον». ταὐτὸν γὰρ τὸ κλονεῖσθαι καὶ τὸ μὴ μένειν. τούτοις δὲ ὅμοιον καὶ τὸ σκεδάζεσθαι τὸ ἐν τῇ παραβολῇ. (v. 92 s.) Καλὰ δὲ ἔργα αἰζηῶν λέγει καὶ ἄλλα μέν τινα, οἷον οἰκοδομάς, καὶ αὐτὰ δὲ τὰ ἕρκη τῶν ἀλωῶν καὶ τὰς γεφύρας, οἷς διὰ τὸ πυκνὸν εἰκάζονται αἱ τῶν Τρώων φάλαγγες. διό φησι «πυκιναὶ κλονέοντο φάλαγγες». Αἰζηούς δὲ καὶ ἐνταῦθα ἢ τοὺς νέους λέγει, ὡς τοῦ ἐργάζεσθαι νέοις μάλιστα πρέποντος, ἢ ἁπλῶς τοὺς ἄνδρας, ὡς καὶ Ἡσίοδός πού φησι «τεσσαρακονταετὴς αἰζηός». (v. 96) Σημείωσαι δὲ καὶ ὅτι τῆς ἐπὶ τῷ Διομήδει παραβολῆς ἀρξαμένης μὲν ἀνωτέρω ἀπὸ τοῦ «θῦνε δ' ἂν πεδίον», ληξάσης δὲ εἰς τὸ «κλονέοντο φάλαγγες», ἄμφω ταῦτα συνελὼν ὁ ποιητὴς κατωτέρω φησὶ τὸν Διομήδην «θύνοντ' ἂν πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας». Καὶ ὅρα τὸ «πρὸ ἕθεν κλονέοντα», ἤγουν ἔμπροσθεν αὐτοῦ. οὐ γὰρ τὸ ἁπλῶς κλονεῖν ἀνδρίας ἐστίν, ἀλλὰ τὸ ἐπιδιώκειν τινὰ τοὺς ἔμπροσθεν ὑπ'