Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.33
Not analysed yet
ἐτιταίνετο», τουτέστιν ἔτεινεν, ὁ Πάνδαρος καμπύλα τόξα, τὰ καὶ ἀγκύλα ἐν ἄλλοις, τρόπον παραλαλεῖ ἐτυμολογικόν. Ἀπὸ γὰρ τοῦ τείνειν καὶ τὰ τόξα καὶ τὸ τιταίνειν γίνεται, ὡς ἐν ἄλλοις δηλοῦται.] (v. 101—5) Ὅτι πάνυ ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἀχρεῖον βαλὼν εἶτα μακρὸν ἐφώνησεν, εὐχόμενος, ἤτοι καυχώμενος, ὡς εἴπερ καιρίαν ἔβαλεν. «ὄρνυσθε» γάρ, φησί, «Τρῶες μεγάθυμοι κέντορες ἵππων· βέβληται γὰρ ἄριστος Ἀχαιῶν» καὶ τὰ ἑξῆς. καὶ τοιαῦτα μὲν αὐτός. (v. 121—32) Ὁ Διομήδης δέ, εἰ καὶ τοῦ βέλους ἐξελκυσθέντος ὑπὸ Σθενέλου αἷμα ἐξ ἀρτηριώδους τινὸς ἀναθέον τόπου ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος, ὅμως οὐ θροεῖται, ἀλλὰ εὐξάμενος ὁρμᾷ κατ' ἐκείνου. (v. 121—8) Ἡ γὰρ Ἀθηνᾶ, φησί, γυῖα ἔθηκεν αὐτῷ ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν, καὶ μένος ἐνῆκε πατρώϊον ἄτρομον, καὶ ἀπ' ὀφθαλμῶν εἷλεν ἀχλύν, ὡς ἂν πρὸς τὸ παρὸν εὖ ἔχοι γινώσκειν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα, ἤγουν αὐτοπρόσωπόν τε θεὸν καὶ τὸν εἰς ἀνδρὸς μεταπεσόντα μορφήν. καὶ πρῶτα μὲν κατὰ τῆς Ἀφροδίτης ἠρέθισε, μικρὸν δὲ ὅσον καὶ κατὰ τοῦ Ἄρεος. Εἴη δὲ ἂν ἐκεῖνο μὲν ἡ τῶν Τρώων οἷον θηλύτης καὶ ὁ κατὰ πόλεμον, ὡς ἄν τις εἴπῃ, γυναικισμὸς καὶ ἡ βλακεία, ἥν, ὡς εἰκός, μέρη τινὰ Τρωϊκὰ εἶχον. Ὁ δὲ Ἄρης νοηθείη ἂν θυμὸς ἀλόγιστος καὶ φρονήσει μὴ διοικούμενος, ὧν ὁ Διομήδης περιεγένετο, Ἀθηνᾷ τῇ καὶ νίκῃ καὶ φρονήσει συγκροτούμενος. (v. 103) Σημείωσαι δὲ ὅτι ἄριστον Ἀχαιῶν τὸν Διομήδην λέγει ὁ Πάνδαρος οὐχ' ἁπλῶς, ἀλλὰ καὶ τὸ ἑαυτοῦ σεμνολογῶν ἀρίστευμα. (v. 102) Τὸ δὲ «κέντορας ἵππων» ταὐτόν ἐστι τῷ ἐλατῆρας ἢ