Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.34
Not analysed yet
ἱπποδάμους, ᾧπερ ὅμοιόν τι σύνθετον τὸ ἱπποκένταυρος, [ὁ κεντῶν δηλαδὴ ταύρους κυνηγετικῶς. ὅθεν ἡ κωμικὴ βλασφημία κενταύρους ἔπαιξε τοὺς αἰσχρῷ ἔρωτι κεντοῦντας ταῦρον, ὅπερ ἐστὶν ὄρρον, ἀφ' οὗ τὸ ὀρρωδεῖν, ἔτι δὲ καὶ λασταύρους τοὺς πάσχοντας, ὡς οἷον λασιοταύρους ἤγουν δασεῖς τὸν τοιοῦτον ταῦρον. ἡ δ' αὐτὴ καὶ παρὰ τὸν κύνα παίζει τὴν κύνειραν, περὶ ἧς ἀλλαχοῦ δηλοῦται.] (v. 126) Τὸ δὲ πατρῷον μένος διασαφῶν, ἵνα μὴ ἁπλῶς προγονικὸν νοοῖτο, ἐπάγει· «οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς», [ὡς δηλονότι ἐξαίρετον ὂν ἐκεῖνο, καθὰ καὶ ὁ βασιλεὺς ἐδήλωσεν, ὅτε τὸν Διομήδην ὠνείδισεν, ὡς ὀλίγον ἐοικότα τῷ Τυδέϊ.] Πλεονασμὸς δὲ ἀναγκαῖος τοῦ σ καὶ ἐν τῷ σακέσπαλος, ὡς καὶ ἐν τῷ σακεσφόρος, ὃ πρὸς ὁμοιότητα τούτου εἴρηται. (v. 103 s.) Ὅτι ἐν τῷ «οὐδέ ἑ φημὶ δηθὰ σχήσεσθαι κρατερὸν βέλος» σχήσεσθαι [λέγει τὸ ὑπομεῖναι. Εἰ δὲ γράφεται «οὐδέ ἑ φημὶ δῆθ' ἀνσχήσεσθαι», λέγοι ἂν πάντως ἀνσχήσεσθαι] τὸ ἀνασχέσθαι, ὡς καὶ πρὸ τούτου ἐν τῷ χαλκὸν ἀνασχέσθαι. τί δὲ δηλοῖ ἡ λέξις, μετ' ὀλίγα ῥηθήσεται. (v. 106) Ὅτι κενὸν αὔχημα ἐπὶ ἀπράκτῳ βολῇ φράζει τὸ «ὣς φάτ' ἐπευχόμενος, τὸν δ' οὐ βέλος ὠκὺ δάμασσεν». (v. 108) Ὅτι ὥσπερ πατρωνυμικὸν ἀλλαχοῦ τὸ Τελαμώνιος Αἴας, οὕτω καὶ ὧδε τὸ Καπανήϊος υἱός, ὁ Σθένελος δηλαδή, ὁ καὶ Καπανηϊάδης.