Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.38
Not analysed yet
σώματι, καὶ πῶς αὐτοὺς θεοὺς εἶναι διέκρινε; λύει οὖν μυθικῶς τὸ μυθικόν, ὅτι φωσφόρος οὖσα ἡ Ἀθηνᾶ ἀφεῖλε τῶν ὀφθαλμῶν αὐτοῦ τὴν ἀχλύν καὶ δέδωκε διακρίνειν θεόν τε καὶ ἄνδρα. Ἡ δὲ ἀλληγορία πάνυ σαφής. ὁ γὰρ συνετὸς στρατηγὸς ῥᾷον διακρίνει τοὺς κατὰ τὸν μανιώδη Ἄρην θρασέως μαχομένους καὶ ἀλογίστως ἢ ἄλλως χαύνως καὶ μαλακῶς, καὶ τὸ ὅλον εἰπεῖν, ἀνθρωπίνως, καὶ τοὺς ἄλλως δὲ μαχομένους θειότερον καὶ ὑπὲρ ἄνθρωπον. Τάχα δὲ καὶ σπέρμα ὁρισμοῦ φιλοσοφίας ἐνταῦθα κεῖται. Θεωρητικὸς μὲν γάρ τις ὁ Διομήδης παραλαλεῖται. ὁ δὲ τοιοῦτος οἶδε θεὸν καὶ ἄνδρα, ὅτι καὶ ἡ φιλοσοφία γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων ἐστίν. (v. 130) Ὅτι θεοπειθοῦς ἤθους τό· μή τι σὺ ἀθανάτῳ θεῷ ἀντικρὺ μάχεσθαι. ἐνταῦθα δὲ συνέσταλται τοῦ ἀντικρύ ἡ λήγουσα. ὅτι δὲ καὶ ἐκτείνεται, οὐ πρὸ πολλῶν γέγραπται. (v. 130 s.) Ὅτι ἔννοια προαναφωνητικὴ ῥητορικῶς τοῦ μέλλοντος δι' Ἀθηνᾶς πρὸς Διομήδην τὸ «εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ἔλθῃσιν ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ». μέλλει γὰρ πραχθῆναι τοῦτο ἐν τοῖς ἑξῆς. Τὴν δ' αὐτὴν Ἀθηνᾶν μετ' οὐ πολὺ κατά τινα δευτέραν σοφωτέραν φροντίδα ἕτερος ἀνήσει λογισμὸς ἀντικαταστῆναι τὸν Διομήδην καὶ τῷ Ἄρεϊ, ὃ νῦν οὐ λελάληται. (v. 133 s.) Ὅτι βουλευομένοις μέν τισι παρεῖναι πολλαχοῦ τὴν Ἀθηνᾶν φησιν, ἤτοι τὴν φρόνησιν, ὁ ποιητής, ἔργου δὲ ἀρξαμένων ἀποχωρεῖν λέγει αὐτήν. καὶ τοῦτο ἐνέφηνε μὲν καὶ πρὸ μικροῦ ἐν τούτῳ τῷ γράμματι, ἐνταῦθα δὲ ἔτι σαφέστατα διαδείκνυσιν ἐν τῷ «ἣ μὲν ὣς εἰποῦσα ἀπέβη γλαυκῶπις Ἀθήνη, Διομήδης δ' ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη». Δηλοῖ δὲ ὁ λόγος, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ὅτι ὁ ἔργοις ἐγχειρήσας τοῖς ἀπὸ προηγησαμένης σκέψεως οὐκέτι πρὸ ἔργου τίθεται τὴν βουλήν, ὅπερ ἐστὶ τὴν Ἀθηνᾶν. (v. 136) Ὅτι Ἀγαμέμνονος μὲν ὀτρύναντος ὁ Διομήδης μεγάλα εἰργάσατο, Ἀθηνᾶς δὲ θαρσεῖν ἐγκελευσαμένης καὶ ἀναμνησάσης τοῦ πατρὸς πολλαπλοῦς γίνεται, ἀντεπεξάγων ἑαυτόν, ὡς εἰκός, τῇ πατρικῇ ἀρετῇ κατά τινα ζῆλον φιλόνεικον. Φησὶ γάρ· «δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥστε λέοντα» καὶ ἑξῆς, ὡς εὐθὺς εἰρήσεται.