Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.39
Not analysed yet
Καὶ ὅρα τὸ «εἷλεν μένος», ἤτοι κατέσχεν, ὅθεν λαβόντες οἱ μεθ' Ὅμηρον κατέχεσθαί τινά φασι θυμῷ καὶ Ἄρεϊ κάτοχον εἶναι καὶ ὅσα τοιαῦτα. Ὅρα δὲ καὶ τὸ «δὴ τότε». πολλαχοῦ γὰρ κατὰ γλῶσσαν ὁ ποιητὴς τὸ δή τίθησιν ἐν καταρχῇ ἐννοιῶν, ὃ τοῖς πεζολογοῦσιν ἀσύνηθές ἐστιν. [Ἰστέον δὲ ὅτι τὸ τρὶς τόσσον οὐκ αὐτόχρημα δηλοῖ τὸ τριπλοῦν, ἀλλ', ὡς εἴρηται, τὸ πολλαπλοῦν. ἐπεὶ καὶ τὸ τρία καὶ ἀρχή ἐστιν ἀριθμοῦ πληθυντικοῦ καὶ πλῆθος δὲ πολλάκις δηλοῖ, ὡς καὶ ἐν τῷ τρισμακάριος καὶ τρισάθλιος.] (v. 136—43) Ὅτι τὸν Διομήδην μετὰ τὴν τοῦ Πανδάρου πληγὴν ἐπὶ πλέον θρασυνθέντα λέοντι παραβάλλει, ὃν ποιμὴν βάλλει μέν, οὐ βλάψει δέ, καὶ διὰ τοῦτο εἰς πλέονα ἐρεθίσει θυμόν. Φησὶ γοῦν ὅτι «τρὶς τόσσον αὐτὸν ἕλεν μένος ὥστε λέοντα, ὃν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι χραύσει μέν τ' αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσει. τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει, ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρῆμα φοβεῖται. αἳ μέν τ' ἀγχηστῖναι ἐπ' ἀλλήλῃσι κέχυνται, αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς. ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης». Καὶ σημείωσαι ὅτι ποιμένι μὲν εἰκάζει τὸν Πάνδαρον διὰ τὸ ἀρχικόν—λαῶν γὰρ ποιμὴν καὶ αὐτός—, ὀΐεσσι δὲ εἰροπόκοις τοὺς Τρῶας διὰ τὸ ὑπὸ τοῦ Διομήδους οἷα ὑπὸ λέοντος εὐκαταπόνητον. ἐν μέντοι τῷ τέλει τῆς δ ῥαψῳδίας καὶ διὰ τὸ θορυβητικὸν ὀΐεσσιν αὐτοὺς εἴκασεν. (v. 137) Εἰροπόκους δὲ τὰς ὄϊς λέγει κατ' ἐξαίρετον πρὸς τὰ ἄλλα ζῷα. οὐδὲν γὰρ ἄλλο ζῷον οὕτω πέκεται εἰς εἶρος ἤγουν ἔριον, ὃ καὶ αἶγες περί τινας χώρας ἔχουσιν, ἐν ἑτέραις τρίχας φέρουσαι, [οὐ μὴν ἐριοφοροῦσαι. Ὅτι δὲ διαφέρετον θρίξ καὶ ἔριον, οὐκ ἔστιν ἀμφιβαλεῖν παρά γε τοῖς προθεμένοις