Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.44
Not analysed yet
ἐκ τῆς ἀντι ὁ ἀντίος, μετὰ δὲ τῆς ἐν καὶ ὁ ἐναντίος. οὕτω δὲ καὶ ἐκ τῆς ἀνα ἴσως ὁ Ἄνιος καὶ ἐκ τῆς ἀμφι ὁ Ἄμφιος κύριον καὶ ἐκ τῆς περι ὁμοίως ὁ Πέριμος καὶ ἐκ τῆς ὑπο Ὕπιος ὁ παρὰ Ἀρριανῷ ποταμός. (v. 146) Τὸ δὲ «ξίφεϊ μεγάλῳ» ἔοικε κατά τι ἐξαίρετον εἰρῆσθαι, ὡς καὶ τὸ «ξίφεϊ Θρηϊκίῳ μεγάλῳ», διὰ τό, ὡς εἰκός, εὐμέγεθες εἶναι. (v. 146 s.) Ἡ δὲ ῥηθεῖσα κατὰ σῶμα κληῒς διασαφεῖται μέν, ποῦ ἐστιν, ἐν τῷ «κληῗδα παρ' ὦμον πλῆξεν, ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ' ἀπὸ νώτου». Δοκεῖ δὲ ἀπὸ τοῦ κλείειν καὶ συνδεῖν ὦμον καὶ αὐχένα καὶ νῶτον γίνεσθαι. διὸ καὶ πληγεῖσα καιρίως ἀπεῖρξεν, ὅ ἐστι διεχώρισεν, ἐκ τοῦ αὐχένος τόν τε ὦμον καὶ τὸν νῶτον. (v. 148) Ὁ δὲ Ἄβας ὁμώνυμός ἐστι τῷ Ἑλληνικῷ, ἐξ οὗ οἱ κατ' Εὔβοιαν Ἄβαντες. Ὁ δὲ Πολύϊδος διφορεῖται παρὰ τοῖς παλαιοῖς ἔν τε διχρόνῳ καὶ διὰ διφθόγγου δὲ ἔχων τὴν παραλήγουσαν. (v. 149) Τοῦ δὲ ὀνειροπόλου τὸ ῥῆμα οὐ κρίσιν ὀνείρων δηλοῖ παρὰ τοῖς μεθ' Ὅμηρον, ἀλλ' ἢ σκῶμμα ἔχει—Ὀνειροπολεῖν γὰρ τὸ ὡς ἐν φαντασίᾳ μάτην ἐλπιδοκοπεῖσθαι—ἢ τὸ βλέπειν ὄνειρον σημαίνει, ὡς τὸ «ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν». [Δῆλον δὲ ὅτι ὁ ὄνειρος καὶ οὐδετέρως τὸ ὄνειρον λέγεται, ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «τοὐμὸν ὄνειρον φρενῶν». Ὡς δὲ τοὺς ὀνείρους καὶ ὀνείρατά φαμεν, ἐν τοῖς μετὰ ταῦτά που ῥηθήσεται. Ἀναλογία δὲ τοῦ ὀνειροπόλος κατὰ τὸ οἰωνοπόλος, ὃν καὶ οἰωνοθέτην ὁ Σοφοκλῆς εἰπὼν οὐκ ἂν ἀλόγως ἕξει καὶ τὸν ὀνειροπόλον ὀνειροθέτην εἰπεῖν.] (v. 153) Ὅρα δὲ καὶ ὡς ἐνταῦθα φανερῶς τηλυγέτους λέγει τοὺς μόνους ὄντας υἱοὺς πατρὶ γέροντι, τῆλε ὄντι τοῦ γεννᾶν. Εἰπὼν γὰρ «Φαίνοπος υἷε, ἄμφω τηλυγέτω», ἐπάγει «ὃ δ' ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δ' οὐ τέκετο ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι». τὸ μὲν οὖν «ἐτείρετο γήραϊ λυγρῷ» τῆλε εἶναι τοῦ γεννᾶν δηλοῖ τὸν Φαίνοπα, ἃ συντίθησι τὸν τηλύγετον. (v. 154) Τὸ δὲ «υἱὸν οὐ τέκετο ἄλλον» μόνους αὐτοὺς εἶναι δηλοῖ τῷ πατρί. Τοῦ δὲ