Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.43
Not analysed yet
ποικιλίαν φυλάσσων ὁ ποιητὴς ἀναιρεῖ μέν τινας ὑπὸ τῷ Διομήδῃ, τὰ δὲ κατ' αὐτοὺς διαφόρως φράζει. καὶ δύο μέν τινας ἀναιρεῖ, οὓς οὐ γενεαλογεῖ, ἀλλὰ μόνον δηλοῖ, ποῖ τοῦ σώματος ἔπαθον, λέγων ὅτι εἷλεν Ἀστύνοον καὶ Ὑπείρονα, «τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ' ὦμον ἔπληξε». Καὶ σημείωσαι τὸ ἔπληξε καινοτέρως σχηματισθέν. ἦν γὰρ τὸ ἀκόλουθον εἰπεῖν· τὸν μὲν βαλὼν, τὸν δὲ ἕτερον πλήξας. καὶ ὅτι κἀνταῦθα τὸ κληΐς ἐκτείνει τὴν λήγουσαν, ὡς δηλοῖ τὸ «κληῗδα παρ' ὦμον», ἔνθα ἐκτέταται τὸ δίχρονον. (v. 148—50) Μετὰ δὲ τούτους ἀναιρεῖ ὁ Διομήδης δύο τινάς, Ἄβαντα δηλαδὴ καὶ Πολύϊδον, οὓς καὶ γενεαλογεῖ ὁ ποιητὴς λέγων υἱέας αὐτοὺς Εὐρυδάμαντος «ὀνειροπόλοιο γέροντος, οἷς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατ' ὀνείρους». (v. 152 s.) Εἶτα ἑτέρους δύο «Φαίνοπος υἷε, ἄμφω τηλυγέτω». (v. 159 s.) Μετὰ δὲ τούτους Πριαμίδας δύο, «εἰν ἑνὶ δίφρῳ ἐόντας». Καὶ ὅρα ὅπως καὶ ἐνταῦθα ἱστορίαις παραρτύει τὴν ποίησιν, καὶ ὅτι ἀδελφικάς, ὡς καὶ προεγράφη, τρεῖς ταύτας συζυγίας ὑπὸ τῷ Διομήδῃ ἀναιρεῖ καὶ οὐδὲ τόπους λέγει πληγῶν τοῖς πίπτουσι. (v. 150) Καὶ ὅτι σχῆμα ἀμφιβολίας ἐν τῷ «οἷς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατ' ὀνείρους». Ἢ γὰρ λέγει ὅτι ἔκρινε μὲν ὁ γέρων ὀνείρους αὐτοῖς πλὴν ὡς οὐκ ἐρχομένοις, ἤτοι ὡς οὐ μέλλουσι σωθῆναι τῆς σήμερον μάχης—καὶ γάρ σφεας Διομήδης ἐξενάριξεν—ἢ οὐκ ἔφθασεν ὅλως ὀνείρους τινὰς κρῖναι αὐτοῖς ἐρχομένοις εἰς πόλεμον. Καὶ σημείωσαι ὅτι τὸ «ἐκρίνατ' ὀνείρους», συντίθησι τὸν παρὰ τοῖς ὕστερον ὀνειροκρίτην, ὡς εἶναι ταὐτὸν τὸ ὀνειροπόλος καὶ τὸ ὀνειροκρίτης καὶ ὅτι παθητικῶς εἶπεν ἐκρίνατο ἀντὶ τοῦ ἔκρινεν, ὃ καὶ αὐτὸ διάκρισίν τινα δηλοῖ τῆς κατὰ τὸ ὄναρ συγχύσεως, διευκρινουμένης τῷ ὀνειροπόλῳ, ὃς καὶ λύειν ὄνειρον λέγεται οἷα συνδεδεμένον καὶ οὕτω καμπύλον καὶ ἀδιευκρίνητον. (v. 144) Ἐν δὲ τοῖς εἰρημένοις ἰστέον καὶ ὅτι ὁ μὲν Ὑπείρων ἐκ μόνης τῆς ὑπειρ προθέσεως παρῆκται, καθὰ καὶ