Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.46
Not analysed yet
Ἀλεξάνδρᾳ· «στείχων ἀγρώστην ὄχλον» παρώνυμόν ἐστι καὶ οὐ ῥηματικόν. Δοκεῖ δὲ ὁ χηρωστής πλεονασμὸν ἔχειν τοῦ σ πρὸ τοῦ τ, εἴπερ ἐκ τοῦ χηρῶ χηρώσω γίνεται. (v. 156) Κήδεα δὲ λυγρὰ τὰς βλάβας ἔφη πρὸς διαστολὴν ἑτέρου κήδους, τοῦ κατ' ἀγχιστείαν δηλαδή, ὃ οὐκ ἐξ ἀνάγκης λυγρόν ἐστιν. (v. 155) [Ἐν τούτοις δὲ καὶ τὸ ἐνάριξεν ἐπὶ φόνου τεθὲν διασαφεῖται, ἵνα μὴ νοοῖτο ἀντὶ τοῦ ἐσκύλευε. Φησὶ γὰρ «ἔνθ' ὅ γε τοὺς ἐνάριξε, φίλον δ' ἐξαίνυτο θυμόν.» εἰ δ' ἴσως ἐπὶ σκυλευμοῦ ληφθείη ἐνταῦθα τὸ ἐνάριξεν, εἴη ἂν σχῆμα πρωθύστερον, ἵνα λέγῃ ὅτι ἐξεῖλε ψυχήν, εἶτα ἐνάριξε. Τὸ δὲ αἴνυτο ἁπλοῦν ὂν συντάσσεται καὶ μετὰ γενικῆς, ὡς ἐν τῷ «τυρῶν αἰνύμενοι». Ἐτυμολογία δὲ τοῦ αἴνυσθαι ἢ τὸ αἴρω, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἢ τὸ ἄνω, ἐξ οὗ τὸ ἀνύω. ἀνυστικὸν γάρ τι καὶ τὸ ἐξαίνυσθαι, ὅπως ἂν καὶ λαμβάνοιτο.] (v. 163 s.) Ὅτι τὸ «υἷας Πριάμου δύο ἔλαβε» ταὐτόν ἐστι τῷ εἷλεν, ὥστε καὶ ὅτε λέγει ὁ ποιητής, ὡς ὁ δεῖνα τὸν δεῖνα εἷλεν, οὐδὲν καινόν ἐστι νοεῖν τὸ εἷλεν ἀντὶ τοῦ ἔλαβεν, ἐξ οὗ τὸ ἐφόνευσε κατά τινα παρακολούθησιν. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι εἰπών, ὡς τοὺς εἰρημένους Πριαμίδας ὁ Διομήδης ἐξ ἵππων βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεα ἐσύλα, ἐσίγησε μὲν τὸ πρᾶγμα αὐτό, τὸν φόνον δηλαδὴ τῶν Πριαμιδῶν, τοῖς δὲ πρὸ τοῦ πράγματος καὶ τοῖς μετὰ τὸ πρᾶγμα ἐδήλωσε καὶ αὐτό. ἔστι δὲ πρὸ τοῦ πράγματος μὲν τὸ «ἐξ ἵππων ἔβησε», μετὰ δὲ τὸ πρᾶγμα τὸ «τεύχεα ἐσύλα», ὧν μέσος ὁ φόνος. καταρριφέντες γὰρ τοῦ δίφρου ἐφονεύθησαν εἶτα ἐσκυλεύθησαν. τὴν δὲ τοιαύτην μέθοδον καὶ παρ' ἄλλοις ἔστιν εὑρεῖν, ὡς καὶ ἐν Ὀδυσσείᾳ, καθὰ δηλοῦσιν οἱ παλαιοί. (v. 163) Σημείωσαι δὲ καὶ ὅτι τὸ «ἐξ ἵππων βῆσε» ταὐτόν ἐστι τῷ «ἔκβαλε δίφρου», ὅπερ εἶπεν ἀλλαχοῦ, καὶ ὅτι τὸ πρὸ μικροῦ συλεύειν συλᾶν ἐνταῦθα