Ancient Greek · ~9 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.47
Not analysed yet
εἶπεν, ὅ ἐστι σκυλεύειν. (v. 161 s.) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι πρὸ ὀλίγου μὲν τὸν Διομήδην φοβοῦντα τοὺς Τρῶας λέοντι εἴκασεν ἐπιτιθεμένῳ ποιμνίοις πολλοῖς, ἐνταῦθα δέ, ὅτε τοὺς Πριαμίδας ἀναιρήσει, λέοντι παραβάλλει, ὃς ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξει πόρτιος ἠὲ βοός, ξύλοχον κάτα βοσκομενάων. Ἡ δὲ παραβολὴ αὕτη οὐ μόνον ἐξευτελίζει τούτους τοὺς Πριαμίδας ἀλλὰ καὶ ἰδιότητα λέοντος ἱστορεῖ. Ἔθος γὰρ τῷ λέοντι πρῶτον καταγνύειν, ὡς πολλαχοῦ δηλοῦται, τοὺς αὐχένας τοῖς τοιούτοις ζῴοις, ἵνα μὴ τοῖς κέρασιν ἀμύνοιντο, εἶτα ἐν ἀδείᾳ ἐπικεῖσθαι αὐτοῖς. (v. 162) Ἡ δὲ πόρτις, ἀφ' ἧς ἐν ἄλλοις ὑποκοριστικῶς ἡ πόρταξ, δηλοῖ μὲν δάμαλιν τὴν ἄρτι πορεύεσθαι δυναμένην, καθ' ὁμοιότητά τινα τοῦ νεβροῦ. Γράφεται δέ ποτε καὶ χωρὶς τοῦ τ πόρις. ὥσπερ δὲ τὸ πόρτιος, οὕτω καὶ τὸ βοός θηλυκῶς νοητέον, ὡς δηλοῖ τὸ βοσκομενάων. Σημείωσαι δὲ καὶ ὅτι τὸ μὲν βοός καὶ νῦν γενικόν ἐστιν ὄνομα, τὸ δὲ πόρτις εἰδικόν. καὶ ὅτι πάντως μὲν βοῦς ἐστι καὶ ἡ πόρτις, ὁ δὲ Ὅμηρος τὸ μὲν γενικὸν ἐφύλαξε τῇ τελείᾳ βοΐ, τὸ εἰδικὸν δὲ ἀπεκλήρωσε τῇ ἀτελεῖ. Ξύλοχος δὲ κατ' ἔλλειψιν τόπος ὀρεινὸς πυκνὸς ξύλοις. μυριαχοῦ δὲ ἡ τοιαύτη λέξις οὕτω κεῖται κατὰ γένος ὡς ἐπὶ πολὺ θηλυκόν, ὅτε καὶ λείπει τὸ ὕλη, ἵνα ᾖ ξύλοχος ὕλη, ἀφ' ἧς καὶ θῆρες ὑληκοῖται. (v. 164 s.) Ὅτι κεῖται καὶ ἐνταῦθα μέθοδος προκλητικὴ τοῦ ἑξῆς νοήματος. τρεῖς γὰρ ἀδελφικὰς συζυγίας ἀνελὼν ὁ ποιητὴς ὑπὸ τῷ Διομήδει, τοὺς μὲν ἄλλους ἀφῆκεν οὕτω κεῖσθαι, τοὺς δὲ Πριαμίδας καὶ σκυλεύεσθαι γράφει καὶ τοὺς ἵππους δίδοσθαι ἱστορεῖ τοῖς ἑτάροις μετὰ νῆας ἐλαύνειν. τοῦτο δὲ ποιήσας εὐθὺς ἐπισυνάπτει καὶ τὰ περὶ Πανδάρου καὶ Αἰνείου, ἐξ ὧν λήψεται τοὺς ἀρίστους ἵππους. καὶ οὕτως εὐμεθόδως ἡ τρίτη ξυνωρὶς τῶν Πριαμιδῶν τὴν τοῦ Αἰνείου προκαλεῖται, ταχθησομένην εὐθὺς μετ' αὐτήν, καὶ προγυμνασάμενος ὥσπερ ἐν ταύτῃ ὁ Διομήδης εἶτα κατὰ τῆς τοῦ Αἰνείου ξυνωρίδος ἐπαγωνίσεται τῆς εὐγενεστέρας καὶ ἀξίας λόγου πλείονος. (v. 166 s.) Ὅτι ἀνδρείου παραστατικὸν τὸ «ἀλαπάζοντα στίχας ἀνδρῶν» καὶ τὸ «βῆ δὲ ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων». (v. 169) Ὅτι ἀσυνδέτως καὶ ἐνταῦθά φησιν· «εὗρε Λυκάονος υἱόν», τὴν τοῦ εὑρόντος σπουδὴν παραδηλῶν τῷ ἐπιτρόχῳ τοῦ σχήματος. (v. 168 s.) Ἰστέον δὲ ὡς οὐ μόνον ἀγλαὸν τὸν