Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.51
Not analysed yet
ἵππων. τάχα γὰρ ἐξαιρέτους αὐτοὺς εἶχεν, οἷα φίλιππος. ἔτι δὲ γινώσκεται καὶ ἀπὸ τῆς ἀσπίδος καὶ τῆς περικεφαλαίας. (v. 181—3) Φησὶ γοῦν ὁ Πάνδαρος, ὡς «Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ, ἵππους τε εἰσορόων». Καὶ σημείωσαι ὅτι τοῦτο ἔοικεν εἶναι, ὡς καὶ προείρηται, τὸ ἐκ τῆς κόρυθος αὐτοῦ καὶ τῆς ἀσπίδος ἀκάματον πῦρ, ἡ λαμπρότης δηλονότι τῶν ὅπλων, ἀφ' ἧς διάδηλός ἐστι. [Πάνυ γὰρ λαμπρὸν παράσημον καὶ ἡ αὐλῶπις, ὑπερανεστηκυῖα, γεγανωμένη, καὶ ἡ τρυφάλεια προλάμπουσα συχνοῖς ἀστεροειδέσι φάλοις.] Τὸ δὲ «πάντα» περιττεύει κἀνταῦθα. δῆλον γὰρ ὅτι ὁ ἐξ ἵππων καὶ ὅπλων εἰκαζόμενος πῃ γνωρίζεται καὶ οὐ κατὰ πάντα. Ὅρα δὲ καὶ ὅπως δυνάμενος εἰπεῖν ὁ ποιητὴς «ἀσπίδι τρυφαλείῃ τε ἵπποις τε» οὐκ ἐποίησεν οὕτω, ἀλλὰ τὸ ἵπποις τε περιέφρασεν εἰς τὸ «ἵππους τε εἰσορόων», ἵνα ἐκφύγῃ τὸ τῶν συχνῶν πτώσεων ὁμοειδές. (v. 182) Ὅτι δὲ τρυφάλεια μὲν πρὸς διαστολὴν ἀφάλου, ἡ ἔχουσα τρεῖς φάλους, τοὺς πολλαχοῦ δηλουμένους, ἵνα ᾖ τρίφαλος, καὶ τροπῇ τοῦ ι εἰς υ τρύφαλος ἀνάπαλιν πρὸς τὸ δύφρος δίφρος καὶ τὰ κατ' αὐτό, περὶ ὧν καὶ προείρηται, αὐλῶπις δὲ ἡ λήγουσα εἰς ὀξὺ τῷ αὐλίσκῳ, εἰς ὃν ὁ λόφος ἐνίεται, δηλοῦται καὶ ἐν ἄλλοις. [Ἰστέον δὲ ὅτι τε τὸ γινώσκων φύσει μακρὸν ἔχει τὸ κατάρχον δίχρονον μετὰ τὴν ἀπέλευσιν τοῦ γ ἐκ τοῦ γιγνώσκων. ὃ δὴ γέγονε καὶ ἐν τῷ γίγνεται γίνεται, καὶ ἐν τῷ ἰχώρ, ὡς προεγράφη, καὶ ἐν τῷ ἀρητήρ, ἐκ τοῦ ἴσχω καὶ ἐκ τοῦ ἀρνός, καὶ ὅτι <ἐν τῷ> «αὐλώπιδι τρυφαλείῃ» δύο ἐπίθετα ἀντὶ ἑνὸς κεῖνται προσηγορικοῦ τοῦ κυνέῃ, καὶ ὅτι ἄφαλος μὲν ἐν χρήσει κεῖται, οὐ μὴν καὶ τρύφαλος. τρυφάλη