Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.50
Not analysed yet
κλῆσις. Μάνης γὰρ δουλικὸν ὄνομα παρὰ τοῖς παλαιοῖς, ἐξ οὗ μετῆκται καὶ εἴς τι παικτικὸν χαλκοῦν πρόσωπον, ὃ καὶ αὐτὸ Μάνην ἐκάλουν. ἐκ τοιαύτης δὲ μανίας πέπαικται καὶ ἡ μανιόκηπος γυνή, ἤγουν ἡ περὶ μίξεις μεμηνυῖα. κῆπος γὰρ νῦν τὸ ἐπείσιον.] (v. 186) Τοῦ δὲ εἰλυμένος πρωτόθετον τὸ εἰλῶ, ἐξ οὗ εἰλύω, ἀφ' οὗ ἐν συνθέσει τὸ ἐπειλύω. οὕτω καὶ ἐκ τοῦ καλῶ καλύω, ὅθεν τὸ κλύω. (v. 185 s.) Τὸ δὲ «ἀλλά τις ἄγχι ἕστηκεν ἀθανάτων», ἤτοι θεῶν, ἀγχίθεον τὸν Διομήδην ὑποδηλοῖ. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι διαφέρει τὸ ἄγχι ἑστάναι διαλελυμένως καὶ τό, ὡς προεγράφη, ἀγχηστῖναι ὄϊς, συνθέτως, (v. 174) καὶ ὅτι ἐφιέναι λέγει τὸ ἐκ τόξου βέλος ἐπιπέμπειν. Καὶ ἔστι κυρία ἡ λέξις. φησὶ γοῦν «ἔφες ἀνδρὶ βέλος» καὶ «ἤδη γὰρ ἀριστήεσσιν ἐφῆκα». ἐκ τούτου δὲ μεταφορικῶς καὶ ἐφίημι τὸ ἐντέλλομαι καὶ ἐφετμὴ ἡ ἐντολή καὶ ἡ ἐπὶ ἐκκλήτου δὲ ἔφεσις καὶ ὁ ἐφέτης ἐντεῦθεν ὥρμηνται. (v. 177 s.) [Τοῦ δὲ κοτεσσάμενος αἰτίαν ἀποδιδοὺς ἐπήγαγεν «ἱρῶν μηνίσας», ἤγουν ἕνεκεν θυμάτων ὀργισθείς. οἶδε γὰρ ὁ μῦθος, ὡς καὶ προδεδήλωται, τὰ δαιμόνια καὶ εὐχωλῆς ἐπιμεμφόμενα καὶ ἑκατόμβης ἢ μηδ' ὅλως ἢ κακῶς τυθείσης. Ὅρα δὲ καὶ ὅτι τὸ παρὰ τοῖς ὕστερον ἐγκοτῆσαι κοτέσασθαι λέγει, καὶ ὅτι ἐν τῷ κοτεσσάμενος καὶ μηνίσας ταὐτὰ οἶδε κότον καὶ μῆνιν.] καὶ ὧδε μὲν ταῦτα. Ὁ δὲ Διομήδης οὕτως, ὡς ἐρρέθη, ἀμφιγνοηθεὶς γνωρίζεται ὅμως ἀπὸ τῶν