Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.53
Not analysed yet
[κατὰ Λαπίθην εἰπεῖν κωμικῶς. Λέγεται γάρ, φασί, σκωπτικῶς Λαπίθης ὁ αὐχηματίας παρὰ τὸ τοὺς λαοὺς εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφήν, οἷς πείθει τινὰς περιαυτολογούμενος. Ὃ δὴ φαίνεται ποιῶν καὶ ὁ Πάνδαρος.] τί γὰρ ἔδει ἅρματος καὶ ἵππων τῷ τοξότῃ; διὸ οὐδὲ εἶπεν αὐτοῦ εἶναι τοὺς ἵππους, ἀλλὰ μέσως εἶπε καὶ ἀμφιβόλως, ὡς ἐν μεγάροισι Λυκάονος τοῦ πατρὸς αὐτοῦ ἕνδεκα δίφροι. Σημείωσαι οὖν ὡς τῷ Διομήδει μὲν ἀρετή ἐστι τὸ φίλιππον, τῷ δὲ Πανδάρῳ ψόγος, εἴγε φειδόμενος δαπάνης τὴν ἑαυτοῦ ἀσφάλειαν προΐεται καί, ὡς οἱ παλαιοί φασιν, ἀναλωμάτων φειδοῖ τοῦ συμφέροντος ἀμελεῖ καὶ τοὺς δίφρους, ὡς πρὸς ἀνάθεσιν, ἀχράντους φυλάττει. (v. 194) Σημείωσαι δὲ καὶ ὅτι τὸ νεοτευχέες δίφροι διασάφησίς ἐστι τοῦ πρωτοπαγεῖς, ὃ συντελεῖ τι διὰ τῆς ἐκ τοῦ πήσσω παραγωγῆς εἴς τε τὸ πηκτὸν ἅρμα τὸ καὶ κολλητὸν καὶ εἰς τὸ πηκτὸν ἄροτρον, καὶ ὅτι πέπλος οὐ τὸ ἱμάτιον οὐδ' ἐνταῦθα, ἀλλὰ ὕφασμά τι σινδονοειδές, καταπεταννύμενον τῶν δίφρων εἰς ἀποσόβησιν καπνοῦ καὶ κόνεως καὶ τῶν τοιούτων. καὶ τάχα ἐκ τοῦ πεπτᾶσθαι πέπλοι λέγονται. (v. 195) Διὸ καὶ ὁ ποιητὴς ὡς ἐν τρόπῳ ἐτυμολογίας παρέθετο τὰς λέξεις, εἰπὼν «ἀμφὶ πέπλοι πέπτανται», ὃ δηλοῖ τὸ ἐξήπλωνται, μετενεχθὲν ἀπὸ τῶν πετομένων ζῴων, ἵνα ᾖ ἐκ τοῦ ποτῶ ποτήσω, καὶ Δωρικῶς ποτάσω, ἐξ οὗ