Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.54
Not analysed yet
ποτανόν τὸ πτηνόν, πεπότανται καὶ ἐν συγκοπῇ πέπτανται, ἢ καὶ ἀπὸ τοῦ πετάσω μέλλοντος πεπέτανται καὶ πέπτανται. τοῦ δὲ πετάσω δοκεῖ προϋπάρχειν ὁ πετάζω ἐνεστώς, ἐξ οὗ καὶ καταπέτασμα καὶ παραπέτασμα Μηδικόν. Δίζυγες δὲ ἵπποι ἀντὶ τοῦ ἀνὰ δύο εἰς ἕκαστον ζυγόν, ὡς εἶναι τοὺς τοῦ Πανδάρου ἵππους κβʹ. (v. 196) Τὸ δὲ κρῖ ἀποκοπὴν ἔπαθεν οὐκ ἐκ τῆς κριθῆς—ἦν γὰρ ἂν θηλυκὸν καὶ αὐτό, καθὰ καὶ ἡ κριθή—, ἀλλ' ἐκ τοῦ κρίμνον οὐδέτερον. Λευκὸν δὲ αὐτὸ εἶπεν, ὡς μέν τινες οἴονται, πρὸς ἀντιδιαστολὴν μελαίνης τινὸς τὴν ἐπιφάνειαν κριθῆς, ὁποῖαι πολλαχοῦ γίνονται, μάλιστα δὲ πρὸς σύγκρισιν σίτου. ἐκεῖνος γὰρ οὐ τοιοῦτος. [Ἰστέον δὲ ὅτι οὐχ' οὕτω παρ' Ὁμήρῳ φαίνεται οὐδέτερον εἶναι τὸ κρῖ ἐκ τοῦ λευκόν, ὡς ἐκ τοῦ εὐρυφυές, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Κρῖ μὲν γὰρ λευκὸν κατὰ τὸν Τεχνικόν ἐστι καὶ ἐν θηλυκῷ γένει νοῆσαι Ἀττικώτερον, οἷον κρῖ λευκήν, κατὰ τὸ ἀρχὴν «δωρητόν, οὐκ αἰτητόν», καὶ κατὰ τὸ «κλυτὸς Ἱπποδάμεια» καὶ ὅσα τοιαῦτα. κρῖ δὲ εὐρυφυὲς θηλυκῶς εἰπεῖν ἐσχηματίσθαι οὐκ ἂν ἐξερεύξεταί τις.] Αἱ δὲ ὀλύραι σπόριμον μέλαν, μικρότερον τοῦ λεγομένου βίκου καὶ τοῦ ὀρόβου. καὶ φυλάσσει μέχρι καὶ νῦν