Ancient Greek · ~4 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.56
Not analysed yet
μένων. διφορεῖται γάρ, ὁποῖον καὶ τὸ στερούμενος στερόμενος, καὶ ἐπιμελούμενος ἐπιμελόμενος. Τὸ δὲ ἄδην ἀντὶ τοῦ δαψιλῶς, περὶ οὗ καὶ προγέγραπται, Νικίας μὲν ψιλοῖ, διπλασιάζων τὸ δ διὰ τὸ μέτρον, ὁμοίως τῷ «κύον ἀδδεές», Ἀρίσταρχος δὲ δι' ἑνὸς δ καὶ βραχέως καὶ δασέως. δασύνει δὲ ὁ αὐτὸς καὶ τὸ «ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων», καὶ τὸ «ἅδος τέ μιν ἵκετο θυμόν», ἀντὶ τοῦ κόρος, καὶ τὸ Ἅδωνις. καὶ τοῦτο γάρ, φησί, παρὰ τὸ ἥδω. τὸ μέντοι ἀδολέσχης ψιλοῖ. φασὶ δὲ καὶ τὸ ἁδράφαξυς δασύνεσθαι. Ἔστι δὲ εἶδος λαχάνου, τὸ κοινῶς χρυσολάχανον, ὅπερ ἡ πλείων χρῆσις διὰ τοῦ τ ἀτράφαξυν λέγει, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ ἐν τῷ «ψευδατραφάξυος πλέα». [Σκοπητέον δ' ἐν τοῖς εἰρημένοις, εἰ καὶ τὸ ἁδεῖν, ὅ ἐστιν ἀρέσκειν, δασύνεται ἀπὸ τοῦ ἥδειν. δοκεῖ γὰρ καὶ αὐτὸ δασεῖαν ἔχειν, ὡς δηλοῖ καὶ ἡ αὐθάδεια, νοουμένη ὡς οἷον αὐτοαρέσκεια.] (v. 203) Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ ἔδμεναι ἄδην τὸ ἀδηφαγεῖν καὶ ὁ ἀδηφάγος ἐπενοήθη παρὰ τοῖς ὕστερον, καὶ ὅτι καθὰ τὸ ἐρέπτεσθαι, ἀφ' οὗ μεταφορικῶς παρῆκται τὸ ἐρείπτω καὶ ἀνερείπτω, οὕτω καὶ τὸ φέρβω