Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.57
Not analysed yet
ἐπὶ ἀλόγων, ὡς καὶ τὸ ἔδειν, καθὰ εἴρηται. διὸ καὶ φορβάδες ἵπποι κοινότερον ἀπ' αὐτοῦ, καὶ φορβή ἡ τούτων τροφή, [ἐπεὶ καὶ φορβὰς γῆ παρὰ τῷ Σοφοκλεῖ, καὶ φορβὰς δὲ γυνή κωμικῶς ἡ πολλοῖς ὁμιλοῦσα τροφῆς χάριν.] Προϋπάρχει δέ, ὥσπερ τοῦ φερεσβίου τὸ φέρειν βίον, κατὰ τὸ «ῥᾷστα τὸν βίον φέρει», οὕτω καὶ τοῦ φέρβειν. ζῳογόνον γὰρ ἡ φορβή, ὡς προσφερὴς καὶ αὐτὴ τῷ βίῳ, ἧς παράγωγον κατά τινας καὶ ἡ φορβειά, ἤγουν τὸ καὶ περιστόμιον καὶ στόμιον, Ῥωμαϊκῶς δὲ εἰπεῖν καπίστριον, ἵνα ᾖ, ὥσπερ ἀρή ἡ ἀπειλή καὶ ἐπενθέσει τῆς ει διφθόγγου ἀρειή, οὕτω καὶ φορβή φορβειά, ὅθεν καὶ ὁ παρὰ τῷ Κωμικῷ ἐμπεφορβειωμένος. οὐ χρὴ δὲ ἀγνοεῖν ὅτι τὴν φορβειὰν οἱ παλαιοὶ καὶ παρὰ τὸ φέρειν βίᾳ φασίν. Ὀξύνεται δὲ ἡ φορβή κανόνι τοιούτῳ· τὰ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου, τῷ ο παραληγόμενα, ὀξύνεται, ἐὰν ἀπὸ ῥήματος γίνεται τῷ ε μόνῳ παραληγομένου, οἷον στρέφω στροφή, τρέπω τροπή, τρέφω τροφή, ῥοπή, σπονδή, νομή, ὁλκή, πλοκή. οὕτω καὶ φορβή. Τὸ πόρπη παρὰ τὸ πείρω γίνεται, ὅπερ οὐ μόνῳ τῷ ε παραλήγεται. διὸ καὶ βαρύνεται. (v. 204) Ὅτι τὸν πεζὸν ἀντιδιαστέλλων τῷ ἱππότῃ φησὶν «ὣς λίπον», τοὺς ἵππους δηλαδή, «ἀτὰρ πεζὸς εἰς Ἴλιον ἦλθον». Καὶ ἀλλαχοῦ «πεζοί θ' ἱππῆές τε». Ὅτε μέντοι εἴποι τὸν Ἀχιλλέα νηυσὶ μὲν τόσας πόλεις ἑλεῖν, πεζὸν δὲ τόσας, τότε τῷ πλέοντι ἀντιδιαστέλλει τὸν πεζόν. Ἔστι γὰρ καὶ ἡ ναῦς ἅρμα οἷον θαλάσσης, μᾶλλον δὲ ἁλὸς ἵππος, ὡς ἐν Ὀδυσσείᾳ λέγεται. (v. 205) Ὅτι ἀχρηστίαν τόξου κατηγορεῖ τὸ «τόξοισι πίσυνος, τὰ δέ μ' οὐκ ἂρ ἔμελλεν