Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.59
Not analysed yet
κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ τάδε φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσας. ἀνεμώλια γάρ μοι ὀπηδεῖ». (v. 209) Σημείωσαι δὲ ὅτι τὸ «ἀπὸ πασσάλου» ἐνταῦθα μὲν πραγματικῶς εἴρηται, ὡς τῶν ἡρωϊκῶν προσώπων ἁπλούστερον οὕτω πολλὰ σκεύη κρεμώντων, καθὰ καὶ τὸ τοῦ Τηλεμάχου ἱμάτιον, καί τινος δὲ ἐν Ὀδυσσείᾳ κιθάρα ἐκρέματο. Ἡ δὲ ὕστερον παροιμία ἐπὶ πραγμάτων ἄλλως τὸ νόημα ἔθετο, λέγουσα πασσάλῳ μὲν ἀνακρεμάσαι τὸ ἀμελῆσαι, ἀπὸ πασσάλου δὲ λαβεῖν τὸ ἐπιμεληθῆναι. ὁποῖον δή τι καὶ παρ' Εὐριπίδῃ τὸ «ξυστὸν δ' ἐπὶ πασσάλῳ». ἔχει δέ τινα πρὸς ταῦτα ὁμοιότητα καὶ Ἡσιόδου τὸ ὑπὲρ καπνοῦ θεῖναι πηδάλιον. Ὡς δὲ καὶ πάσσαξ ὁ πάσσαλος λέγεται καθ' ὑποκορισμόν, ἡ κωμῳδία οἶδε. [Ἰστέον δὲ καὶ ὅτι γλῶσσά τις φέρεται κυνδάλους λέγειν τοὺς πασσάλους καὶ κυνδαλοπλίτας τοὺς πασσαλίσκους, ὅθεν καὶ παιδιά τις διὰ πασσάλων γινομένη κυνδαλισμός ἐλέγετο. (v. 212 s.) Τὸ δέ· καὶ ἐσόψομαι πατρίδα καὶ ἄλοχον καὶ λαμπρὸν οἶκον, λόγος ἐστὶν ἤθους ἀφελοῦς. τοιοῦτον γὰρ τὸ ἐν δεινοῖς παραπλέκειν τῷ λόγῳ τὰ φίλτατα. (v. 213) Τὸ δὲ ὑψερεφές, ὅτε τὸ μέτρον ἀπαιτεῖ πρὸς ἀλλοῖον δάκτυλον, ὑψηρεφές γράφεται.] (v. 214) Ὅρα δὲ τὸ «ἀλλότριος φώς» ἀντὶ τοῦ πολέμιος, ὃ δηλοῖ μεγάλην δυστυχίαν, ἐὰν ὁ Πάνδαρος μετὰ τὴν τοῦ πολέμου λύσιν τοῦ Τρωϊκοῦ τοιοῦτον πάθῃ ἐν τῇ πατρίδι κακόν. Ὅρα δὲ καὶ ὡς ἐξέφυγεν ὁ ποιητὴς παιγνιώδη παρήχησιν ἐν τῷ «ἀλλότριος φώς», οἷα δυνάμενος μέν, εἴπερ εἵλετο, μὴ θελήσας δέ, παρηχῆσαι ἐκ φωτός ἀνδρός καὶ φωτός πυρός, ἀλλὰ μόνον φαεινὸν πῦρ εἰπών. (v. 216) Τὸ δὲ διακλάσας ὠνοματοπεποίηται, καὶ ἔστι λειότερον ἤπερ ἡ θραῦσις. Οὕτω δὲ καὶ τὸ λακεῖν καὶ τὸ λακίζειν εὐφωνότερόν ἐστι τῆς θραύσεως, [καὶ τὸ φλᾶν δὲ καὶ τὸ θλᾶν, ἀφ' οὗ καὶ θλάσμα