Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.58
Not analysed yet
ὀνήσειν». Ἐκ τοῦ πείθω δὲ ὁ πίσυνος, γράφεται δὲ διὰ τοῦ ι, ὃν λόγον καὶ ὁ θίασος, ἐκ τοῦ θειάζω γεγονώς, ἔτι δὲ καὶ ὁ πιθανός, ἐκ τοῦ πείθω παραχθείς. Συρακουσίων δέ, φασί, γλώσσης ὁ πίσυνος. (v. 207) Ὅτι σύντομος παρίσωσις καὶ ἐνταῦθα τὸ «Τυδείδης τε καὶ Ἀτρείδης», ὡς καὶ πρὸ μικροῦ τὸ «ζώοντε μάχης ἐκνοστήσαντε». τοιοῦτον καὶ μετ' ὀλίγα τὸ «οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι», καὶ τὸ «φράζεο καὶ χάζεο», καὶ τὸ «ἐς δ' ὄχεα φλόγεα». (v. 208) Ὅτι ἀτρεκὲς αἷμα τὸ ἀληθὲς καὶ μὴ ψεῦδον τὴν ὄψιν κατὰ τὰ ἐρυθροβαφῆ, ἃ φορήματα ἦσαν Λακώνων, ἐπικρύπτοντα τὴν ἐν πολέμῳ ῥύσιν τοῦ αἵματος. Χρῆσις δὲ αὐτοῦ τὸ «ἀτρεκὲς αἷμ' ἔσσευα», ὅ ἐστιν ἐκίνησα, «βαλών, ἤγειρα δὲ μᾶλλον», ἤτοι ἠρέθισα, παρώξυνα. (v. 200 et 211) Ὅτι ὥσπερ ἀλλαχοῦ τὸ ἀνάσσειν δοτικῇ συνέταξεν, οἷον «πάντεσσι δ' ἀνάσσειν», οὕτως ἐνταῦθα τὸ ἄρχειν καὶ τὸ ἡγεῖσθαι. Φησὶ γὰρ «ἀρχεύειν Τρώεσσι», καὶ «ἡγεόμην Τρώεσσι φέρων χάριν» καὶ ἑξῆς. Ἔνθα ὅρα ὡς ταὐτόν ἐστιν εἰπεῖν χάριν καὶ ἦρα καὶ ἐπίηρα. ὃ γοῦν ἐν ἄλλοις εἶπεν «ἦρα φέρων» καὶ «μητρὶ φίλῃ ἐπίηρα φέρων», ἐνταῦθα οὕτω φράζει «φέρων χάριν Ἕκτορι δίῳ». Ἐν δὲ τῷ «ἡγεόμην Τρώεσσι» λέγοι ἄν, ὡς καὶ προδεδήλωται, Τρῶας τοὺς ἐν τῇ μικρᾷ Λυκίᾳ. (v. 210) Κεῖται δ' ἐνταῦθα καὶ Ἴλιος ἐρατεινή, καθά που καὶ Λακεδαίμων. Ἔστι δὲ ἐν τῷ χωρίῳ τούτῳ μαθεῖν καὶ ὅτι ἀφεὶς ὁ Πάνδαρος ἑαυτὸν μέμφεσθαι κατὰ τῶν τόξων τρέπει τὴν ὀργήν, βαρβαρικῶς θυμομαχῶν κατὰ τῶν οὐδὲν αἰτίων. (v. 209—211) Καί φησιν, ὅτι κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα ἤματι τῷ ἑλόμην, ὅτε εἰς Ἴλιον Τρώεσσιν ἡγεόμην. (v. 212—6) Καὶ τῷ Διῒ μὲν ἀνασχεῖν οὐδὲ νῦν ἐθέλει χεῖρας, ὡς ὁ Αἰνείας παρῄνεσεν, ἀπειλεῖται δὲ τοῖς τόξοις δύο ποινάς, κλάσιν τε καὶ καῦσιν, λέγων ὡς «εἰ νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι πατρίδ' ἐμὴν [ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα], αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο