Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.61
Not analysed yet
τὸ «οἳ καὶ νῶϊ πόλινδε σαώσετον», καὶ «νῶϊ δ' ἐπαΐξας», καὶ ἀλλαχοῦ «οὐδ' ἂν νῶϊ ἠέλιος διαδράκοι», ἤγουν ἡμᾶς. (v. 222 s.) Ὅτι Τρώϊοι ἐνταῦθα ἵπποι οὐχ' ἁπλῶς οἱ Τρωϊκοί—οὐ γὰρ ἔχουσί τι ἐξαίρετον οἱ τῆς Τροίας ἵπποι—, ἀλλὰ οἱ τοῦ Τρωός, οἳ καὶ ἀθάνατοι ἐλέγοντο, ὡς ἀλλαχοῦ ῥηθήσεται. Ἑρμηνεύων οὖν ὁ ποιητὴς τὸ Τρώϊοί φησι προϊὼν γενεᾶς αὐτοὺς εἶναι, ἧς ἔδωκεν ὁ Ζεὺς τῷ Τρωΐ. Ἰστέον δὲ [ὅτι τε ἐκ τοῦ Τρῳός, ὁ Τρωϊκός, ὀξυτόνου ὀνόματος, οὗ θηλυκὸν τὸ Τρῳαὶ γυναῖκες, διελύθη τὸ Τρώϊος ἵππος, καὶ ὅτι ἔχοι ἂν ἀπορίαν, πῶς τὸ Τρώϊος, ὁ Τρωϊκός, οὐ προπερισπᾷ τὸ Τρῳός, ἵνα ᾖ, ὥσπερ πατρώϊος πατρῷος, Μινώϊος Μινῷος, μητρώϊος μητρῷος, οὕτω καὶ Τρώϊος Τρῷος, κτητικῶς ὁ ἐκ Τροίας ἢ ὁ τοῦ Τρωός,] καὶ ὅτι ἀρετὴ ἵππων πολεμιστηρίων τὸ «ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλα ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι», ὃ δὴ Αἰνείου ἐνταῦθα εἰπόντος, ἀπαραποιήτως οὕτω καὶ ἐν τοῖς ἑξῆς ὁ Διομήδης ἐρεῖ. Καὶ ὅρα τὸ ἐπίστασθαι λεχθὲν ἐπὶ τῶν τοῦ Τρωὸς ἵππων κατὰ ἐξαίρετον ὡς ἐπὶ λογικῶν διὰ τὸ καὶ ἀθανάτους αὐτοὺς μυθεύεσθαι, ὡς ῥηθήσεται. Καλῶς δὲ ἔχει καὶ τὸ πεδίοιο, ὡς τοῦ ἵππου ἐν τραχεινοῖς οὐ πάνυ εὐδοκιμοῦντος. ἐξ οὗ καὶ παροιμία τὸ «ἵππος εἰς πεδίον». Σημείωσαι δὲ ὅτι Αἰνείας μὲν οὕτως ἐν ὀλίγῳ ἐπαινεῖ τοὺς ἑαυτοῦ ἵππους ὡς πρὸς εἰδότα λέγων τὸν Πάνδαρον καὶ ἀορίστως ἀποθαυμάζει—ἀόριστος γὰρ θαυμασμὸς τὸ «οἷοι Τρώϊοι ἵπποι»—, Διομήδης δὲ ἐν τοῖς ἑξῆς καὶ ὡρισμένως καὶ ἐπιμελέστερον ἐπαινεῖ αὐτούς, ἀρίστους τε εἰπὼν καὶ γενεαλογῶν ἐκείνους πρὸς τὸν μὴ εἰδότα Σθένελον καὶ ἐρεθίζων οὕτως ἑαυτῷ τε καὶ τῷ ἑταίρῳ τὴν φίλιππον ἐπιθυμίαν. ἐπίτηδες δὲ Ὅμηρος τοῦτο ποιεῖ καὶ τὸν περὶ τῶν ἵππων λόγον διαφόροις μὲν προσώποις καὶ τόποις καταμερίζει εἰς ποικιλμὸν τῆς ποιήσεως, τὸν δὲ πλείω λόγον δίδωσι τῷ φιλίππῳ Διομήδει. Σημείωσαι δὲ ὅτι ὧδε μὲν ἐντελῶς εἴρηται τὸ «ἐπιστάμενοι ἔνθα καὶ ἔνθα τῆς πεδιάδος διώκειν καὶ φέβεσθαι», ἐν τοῖς