Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.62
Not analysed yet
ἑξῆς δὲ ὁ Διομήδης ἐλλιπῶς λέγων μήστωρας φόβου αὐτοὺς καλεῖ, μόνου τοῦ φεύγειν μνησθείς. Δεῖ δὲ ἀναλόγως νοεῖν αὐτοὺς ἐκεῖ καὶ διώξεως μήστωρας, ἔνθα καὶ τὸ μήστωρας ὡς ἐπὶ λογικῶν εἴρηται. (v. 223) Τὸ δὲ κραιπνός ὀξύνεται λόγῳ τοιούτῳ. Τὰ εἰς νος μετ' ἐπιπλοκῆς συμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται· κραιπνός, συχνός, πυκνός, πρυμνός. τὸ ὕμνος οὔτε τριγενὲς οὔτε ἁπλοῦν. διὸ οὐδὲ ὀξύνεται. ὡσαύτως καὶ τὸ Πράμνος καὶ εἴ τι τοιοῦτον. τὸ ἀμνός ὀξύνεται διὰ τὸ μὴ ἀντιστρέφειν τὸν κανόνα. οὐ γὰρ εἴ τι ὀξύνεται, ἤδη καὶ τριγενές ἐστι καὶ ἁπλοῦν. Κραιπνός δέ, φασίν, ὁ ταχὺς καὶ οἷον ποδήνεμος ἢ ἀνεμώκης. Ἔστι γὰρ κάπω τὸ πνέω, ἐξ οὗ κάπος τὸ πνεῦμα. ὅθεν καπνός ὁ ὡς εἰπεῖν, φασίν, ἠνεμόεις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ι κραιπνός. [Δύναται δὲ καὶ παρὰ τὸ κάρα καὶ τὸ πνέειν ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ ι εἶναι καραπνός, εἶτα κραπνός καὶ κραιπνός, καθ' ὁμοιότητα τοῦ καραπάλη, ὅθεν ἡ κραιπάλη. ἵνα ᾖ κραιπνὸς ἄνθρωπος τυχὸν ἢ ἵππος ἢ βοῦς ὁ ἐν τῷ σπουδῇ τρέχειν πνευστιῶν καὶ πολὺ ἆσθμα πνέων ἐκ κεφαλῆς, περὶ ἣν στόμα καὶ ῥῖνες, δι' ὧν τὸ τοιοῦτον πνεῦμα πρόεισιν.] (v. 224 s.) Ὅτι Αἰνείας μὲν δύσελπίς ἐστιν ἐπὶ τῇ κατὰ τοῦ Διομήδους ὁρμῇ. διό φησιν ὅτι οἱ ἵπποι σώσουσιν ἡμᾶς, εἴπερ ὁ Ζεὺς τῷ Διομήδει κῦδος ὀρέξει. τοῖς ἵπποις οὖν πέποιθε. διὸ καὶ ἡττᾶται. ὁ μέντοι Διομήδης, ὡς πρέπει στρατιώτῃ, τὴν ἀγαθὴν ἐλπίδα προβαλεῖται καὶ ὡς θαρρῶν τὴν νίκην ἐντελεῖται τῷ Σθενέλῳ, ἐὰν ἡ Ἀθηνᾶ κῦδος αὐτῷ ὀρέξῃ, ἐπαΐξαι τοῖς ἵπποις τοῦ Αἰνείου καὶ ἐξελάσαι αὐτοὺς ἐκ Τρώων εἰς τοὺς Ἀχαιούς. ὃ καὶ γέγονεν. (v. 227 s.) Ὅτι τὸ πεζεῦσαι τοῦ ἅρματος ἵππων ἀποβῆναι λέγει. οὕτω δέ τις ἀποβαίνει καὶ νηός. (v. 228) Ὅτι δέξασθαι οὐ μόνον τὸ λαβεῖν, οἷον μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἀλλὰ καὶ τὸ ὑπαντῆσαι καὶ ἀντιστῆναι, οἷον «ἠὲ σὺ τόν γε δέδεξο, μελήσουσι δέ μοι