Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.63
Not analysed yet
ἵπποι», καὶ «τόνδ' ἐγὼ ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί». (v. 226) Ἡνία δὲ σιγαλόεντα τὰ τεχνικῶς καὶ εἰς κάλλος εἰργασμένα, ἐφ' οἷς οὐκ ἔχοι ἄν τις εἰπεῖν τι, ἀλλ' ἑστήξεται ἄφωνος, σιγῇ ἀφοσιούμενος τὰ τοῦ θαύματος. οἱ δὲ σιγαλόεντά φασιν ἐλλείψει τοῦ τ τὰ κατεστιγμένα ποικίλμασιν, [ἢ τὰ εὐμάλακτα κατὰ τοὺς λεγομένους μάσθλητας καὶ διὰ τοῦτο σιγηλὰ καὶ μὴ θορυβοῦντα ψόφῳ ἤχου κατὰ τοὺς ἀδεψήτους ἱμάντας. Ὅθεν ἀστείως καὶ ἀμύγδαλά τις ἔφη σιγαλόεντα τὰ μὴ ψοφητικὰ ἐν τῷ κλᾶσθαι ἀλλὰ πιεσμῷ δακτύλων ἐνδιδόντα εἰς θραῦσιν.] (v. 230—8) Ὅτι τὸ ἐν ἄλλοις ὑπὸ τοῦ Νέστορος λόγῳ παραγγελθὲν ἐνταῦθα πραγματικῶς κεῖται. ὁ μὲν γὰρ εἶπεν ἐν τῇ Δ ῥαψῳδίᾳ, ὅτι ὃς ἂν ἐκ τοῦ οἰκείου ἅρματος εἰς ἕτερον ἅρμα ἔλθοι, ἔγχει ὀρεξάσθω, τουτέστι μὴ γινέσθω ἡνίοχος, ἀλλὰ ἁπτέσθω δόρατος. Ἐνταῦθα δὲ ὁ Πάνδαρος, ἀναβὰς εἰς τὸ τοῦ Αἰνείου ἅρμα, οὐ θέλει τὰ ἡνία λαβεῖν, ἀλλὰ δέχεται τὸν Διομήδην ὀξέϊ δουρί, λέγων καὶ αἰτίαν τό· μήποτε φευγόντων ἡμῶν «τὼ μέν», ἤγουν οἱ δύο ἵπποι, «δείσαντε ματήσετον τεὸν φθόγγον ποθέοντε», ὁ δὲ ἐχθρὸς ἐπαΐξας ἡμᾶς «τε κτείνῃ καὶ ἐλάσῃ μώνυχας ἵππους», καὶ ὅτι «μᾶλλον ὑφ' ἡνιόχῳ εἰωθότι», τουτέστι συνήθει, «καμπύλον ἅρμα οἴσετον». Ἔνθα ὅρα τὴν ὑπο πρόθεσιν συνήθως φιληδοῦσαν συντάξει δοτικῇ. Εἶτα καὶ ἐπιτάσσει τῷ Αἰνείᾳ τὸ ποιητέον, εἰπὼν «ἀλλὰ σύ γ' αὐτὸς ἔλαυνε τεὰ ἅρματα καὶ τεὼ ἵππω, τόνδε δ' ἐγὼν ἐπιόντα δεδέξομαι». Καὶ ἔστι πιθανὸν τὸ πλάσμα τοῦτο τοῦ θάρσους, ἵνα μὴ ἡνιοχήσας ὁ ἐπίορκος καί πως ὑποδείσας τρέψῃ τοὺς ἵππους φεύγειν καὶ διαδράσῃ τὸ θανεῖν. Ἔστιν οὖν κἀνταῦθα ἰδεῖν ὡς τὸ αὐτὸ νόημα εἰς διαφόρους ἦλθε, τόν τε Νέστορα, ὡς προδεδήλωται, καὶ τὸν Πάνδαρον. Ὅρα δὲ καὶ ὅπως καὶ ὁ Πάνδαρος, οἰωνιζόμενος ἑαυτῷ κακά, οὐκ ἀγαθὰ καραδοκεῖ, ἀλλὰ τὰ πρὸς τὸ φεύγειν λαλεῖ, καθὰ καὶ ὁ Αἰνείας, ὡς εἴρηται. (v. 233) Ματᾶν δὲ νῦν ἐπὶ ἵππων λέγεται τὸ ματαιοπραγεῖν καὶ ἀργοὺς ἵστασθαι, ἐξ οὗ καὶ ματίη ἐν τοῖς ἑξῆς ἐπὶ ἀνθρώπων ἡ ματαιοπραγία. Διὸ καὶ ἑρμηνεύων ὁ ποιητὴς νῦν τὴν λέξιν οὕτω φησὶ «ματήσετον οὐδ' ἐθέλητον ἐκφέρειν πολέμοιο», ὡς ταὐτὸν ὂν τὸ ματᾶν καὶ