Ancient Greek · ~9 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.66
Not analysed yet
Τοῦτο δὲ λέγει, ὡς ἂν ἀναβὰς εἰς ἅρμα μήτε πεζὸς πρὸς ἱππέας διαμάχοιτο, καὶ φύγῃ δέ, ἐὰν βούλοιτο. (v. 252—8) Καὶ αὐτὸς μὲν οὕτω λαλεῖ, ἀκούει δὲ ὅσα τις ἂν εἴπῃ ἀνδρεῖος ἄνθρωπος «μή τι φόβονδ' ἀγόρευε, οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντα μάχεσθαι, οὐδὲ καταπτώσσειν, ἔτι μοι μένος ἔμπεδόν ἐστιν. ὀκνείω δ' ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμι αὐτῶν, τρεῖν μ' οὐκ ἔα Παλλὰς Ἀθήνη». Ἐφ' οἷς καὶ τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος ὁ Διομήδης φησὶν οὐκ ἂν ἀμφοτέρους ἐκείνους παλιννοστῆσαι, εἰ γοῦν ἕτερός γε φύγῃσι. Καὶ ὅρα οἷον θυμὸν ὁ Διομήδης ἀνέλαβε μετὰ τὴν ὑπὸ Πανδάρου πληγήν, πατρῴζων καὶ ἐνταῦθα. Λόγος γὰρ καὶ τὸν Τυδέα κατὰ Θήβας ὑπὸ Μελανίππου υἱοῦ Ἀστακοῦ τρωθέντα σφόδρα ἀγανακτεῖν. ὡς δὲ Ἀμφιάρεως ἀνελὼν τὸν Μελάνιππον προεκόμισε τὴν ἐκείνου κεφαλὴν τῷ Τυδεῖ, αὐτὸς διελὼν ῥοφεῖ τὸν ἐγκέφαλον δίκην θηρός. ὅτε καὶ ἡ μὲν Ἀθηνᾶ, φασίν, ἀθανασίαν αὐτῷ φέρουσα ἀπεστράφη διὰ τὸ μύσος. ὁ δὲ ἰδὼν ἐζήτησε κἂν γοῦν τῷ υἱῷ τὴν ἀθανασίαν χαρίσασθαι. καὶ τοῦτο μὲν τοιοῦτον. (v. 260—4) Ὁ δὲ Διομήδης, ὡς εἴρηται, μετὰ τὴν πληγὴν ἐρεθισθείς, εἶτα καὶ ὡς πάνυ φίλιππος τῷ Σθενέλῳ ἐντέλλεται οὕτως «αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος», ὡς καὶ προερρέθη, «ὀρέξῃ ἀμφοτέρω κτεῖναι, σὺ δέ», ἤγουν σὺ δή, «τούσδε μὲν ὠκέας ἵππους αὐτοῦ ἐρυκακέειν», ἤγουν κατάσχε, «ἐξ ἄντυγος», τῆς τοῦ ἅρματος δηλαδή, «ἡνία τείνας», ἵνα δοκοῦντες ἄγχεσθαι καὶ ὑπό τινος ἐπέχεσθαι ἡσυχάζωσιν, ἐπαΐξαι δὲ τοῖς τοῦ Αἰνείου ἵπποις μεμνημένος καὶ ἐξελάσαι εἰς τοὺς Ἕλληνας, (v. 265—9) εἶτα καὶ γενεαλογεῖ τοὺς ἵππους, ἀτιτάλλων οἷον αὐτοὺς ἐν ψυχῇ, ἐκ τῆς γενεᾶς λέγων ἐκείνους εἶναι, ἧς ἔδωκεν ὁ Ζεὺς τῷ Τρωῒ ποινὴν Γανυμήδεος, ἀνθ' ὧν ἐκεῖνος πρὸ ὥρας ἡρπάγη, ὡς ἐν τῇ ῦ ῥαψῳδίᾳ ῥηθήσεται. ἐξ ὧν γενεῆς ἔκλεψεν ὁ τοῦ Αἰνείου πατὴρ Ἀγχίσης, ὑποσχὼν θήλεας ἵππους. (v. 270—2) «Τῶν οἱ», φησίν, «ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη, τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνῃ, τὼ δὲ δύο Αἰνείᾳ δῶκε, μήστωρε φόβοιο», καθὰ προείρηται. Καὶ σημείωσαι ὅτι γενεή οὐ μόνον ἐπὶ ἀνδρῶν ἀλλ' ἰδοὺ καὶ ἐπὶ ἀλόγων ζῴων εἴρηται. λέγεται δὲ καὶ ἐπὶ φύλλων, ὡς τὸ «οἵη περ φύλλων γενεή». (v. 266 s. et 273) Λέγει δὲ ὁ Διομήδης περὶ τῶν τοῦ Αἰνείου ἵππων καὶ ὅτι ἄριστοι ἵππων, ὅσοι εἰσὶν ὑπ' ἠῶ τ' ἠέλιόν τε, πάνυ ἐξαίρων αὐτοὺς τῷ τοιούτῳ ἐπαίνῳ.