Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.67
Not analysed yet
οὓς καὶ ἐὰν λάβοιμεν, φησίν, ἀροίμεθα ἂν κλέος ἐσθλόν. τοῦτο δὲ οὐ πάνυ πολὺ ἀπέχει παράφρασις εἶναι τοῦ «ἠράμεθα μέγα κῦδος». Καὶ ὅρα ὅπως τοὺς ἵππους φιλῶν οὐχί, ἐὰν κτείνῃ τοὺς ἄνδρας, φησὶ κλέος λαβεῖν, ἀλλ' ἐὰν λάβῃ τοὺς ἵππους, ὡς ἐνταῦθα παρ' αὐτῷ κειμένου τοῦ μείζονος ἀριστεύματος διὰ τὸ τοῦ λαφύρου ἔνδοξον. καὶ τοιοῦτον μὲν τὸ Ὁμηρικὸν τοῦτο χωρίον. Τὰ δὲ κατὰ μέρος ἐν αὐτῷ τοιαῦτά εἰσι. (v. 244) Τὸ μὲν «ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι», ἀντὶ τοῦ κατὰ σοῦ, καὶ ἔστι διασαφητικὸν τοῦ «ἐπὶ Τυδείδῃ ἔχον ἵππους». (v. 245) Δύναμις δὲ ἀπέλεθρος λέγεται ὡς ἀπὸ ἀπείρονος γῆς κατὰ ἐπίτασιν ἡ πολυπέλεθρος ἢ καὶ κατὰ στέρησιν ἡ μὴ δυναμένη πελέθρῳ ἤτοι πλέθρῳ ὑποπεσεῖν. Ἔστι δὲ πέλεθρον τὸ καὶ πλέθρον μέτρον γῆς πήχεων ξϛʹ διμοίρου, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται. ἀνάλογα δὲ πρὸς τὸ πέλεθρον τὸ πτολίεθρον, ῥέεθρον, πύρεθρον, φαρύγεθρον. (v. 244—7) Τὸ δὲ «ἄνδρε ὁρόω», ὁ μὲν Πάνδαρος, ὁ δὲ Αἰνείας, καινοπρεπῶς ἐσχημάτισται. ἐχρῆν γὰρ εἰπεῖν ἄνδρε ὁρῶ, τὸν μὲν Πάνδαρον, τὸν δὲ Αἰνείαν. ὁ δὲ τελείαν στίξας εἰς τὸ «ἄνδρε ὁρῶ», ἐπάγει ὡς ἀπὸ ἄλλης ἀρχῆς· ὁ μέν ἐστιν ὁ δεῖνα, ὁ δὲ ὁ δεῖνα. καὶ ἔστιν ὅμοιον τῷ «φημὶ κατανεῦσαι Δία Κρονίωνα, ἀστράπτων ἐπιδέξια». (v. 247 s.) Ἐνταῦθα δὲ καὶ γενεαλογίαν παραρρίπτων φησίν, ὅτι Αἰνείας υἱὸς μὲν Ἀγχίσαο εὔχεται ἐκγεγάμεν, ὃ δὴ πρὸ βραχέων ἐγράφη, μήτηρ δέ οἵ ἐστ' Ἀφροδίτη. Ποιεῖ δὲ τοῦτο δεινῶς, ἵνα εὐθὺς προσφυῶς κολλήσῃ τὸ τῆς Ἀφροδίτης ἐπεισόδιον, πεισομένης διὰ τὸν υἱόν, ἃ δηλωθήσεται. (v. 250) Ὅρα δὲ καὶ ὅτι τοῦ Ὁμήρου εἰπόντος περιφραστικῶς «μή πως φίλον ἦτορ ὀλέσσῃς», ἀντὶ τοῦ ἀποθάνῃς, λαβὼν ἐντεῦθεν ὁ Εὐριπίδης ἔφη τὸ «Ἕκτορός τ' ἀπόλλυται ψυχή». (v. 249 et 255) Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα