Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.69
Not analysed yet
κατὰ Πίνδαρον εἰπεῖν ἐμφυές. [Ὅτε δέ που ὁ Πλάτων γενναῖα λέγει σῦκα, οὐ μόνον τὰ εὐγενῆ δοκεῖ οὕτω καλεῖν, ἀλλ' ἴσως καὶ τὰ ἐπιγεγεννημένα ἐξ ἐπεμβεβλημένων συκεῶν κατὰ τὰς παρὰ τῷ Ἀριστοτέλει ἐπεμβολάδας ἀπίους, τὰς κοινότερον εἰπεῖν ἐγκεκεντρισμένας. τοιαύτη δὲ ἴσως καὶ ἡ παρ' αὐτῷ γενναία σταφυλή, τάχα δὲ καὶ ἡ μεγάλη, καθὰ καὶ γεννικὸν κρέας παρὰ τῷ Κωμικῷ τὸ ἁδρὸν κόμμα. Ἰστέον δὲ ὅτι καὶ Λύκιοι μέχρι νῦν γενναῖον ἄνδρα οὐ τὸν ἰσχυρόν φασιν ἀλλὰ τὸν ἀπὸ γένους καὶ μὴ τυχόντα καὶ ἀφανῆ. Τὸ δὲ ἀλυσκάζοντι ἢ ἀλυσκάζοντα μάχεσθαι, ἄμφω γὰρ ἀσόλοικα, τὸ ἐν σχήματι φυγῆς ὅμως πάλιν μάχεσθαι, ὅπερ καὶ λέοντός ἐστιν ἴδιον. οὕτω δέ που καὶ ὁ Αἴας φεύγων ἀνθίσταται τοῖς διώκουσι. Προϋπάρχει δὲ τοῦ ἀλυσκάζειν τὸ ἀλύσκειν, ἀμφοῖν δὲ τὸ ἀλύω. ὡς γὰρ μεθύω μεθύσκω, οὕτως ἀλύω ἀλύσκω, καὶ ἐξ αὐτοῦ ἀλυσκάζω. (v. 254) Πτώσσειν δὲ τὸ προτροπάδην φεύγειν, ἐξ οὗ καὶ πτώξ λαγῳός (v. 255) Τὸ ὀκνεῖν δὲ ἰστέον ὅτι κἂν Ὅμηρος ἐπὶ τοῦ ὀκνηλῶς ἔχειν ἔταξεν, ἵνα ᾖ ὀκνεῖν τὸ οὐκ ὀνεῖν ἤγουν μὴ ἐνεργεῖν, ἀλλ' ἡ πλείων χρῆσις τῶν μεθ' Ὅμηρον ἐπὶ φόβου τὸν ὄκνον τίθησι, καὶ ἔστι πολλὴ ἡ χρῆσις παρὰ τῷ Σοφοκλεῖ. Ἐπιβαίνειν δὲ ἵππων λέγει τὸ εἰς ἅρμα ἀναβαίνειν, ὥσπερ ἀποβαίνειν τὸ πεζεύειν. (v. 256) Τὸ δὲ «τρεῖν μ' οὐκ ἔα Παλλὰς Ἀθήνη» οὕτω σχηματίζεται παρὰ τοῖς παλαιοῖς. Ἔθος Ὁμήρῳ τὰ τῆς