Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.70
Not analysed yet
δευτέρας συζυγίας τῶν περισπωμένων ῥήματα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις εἰς δύο α διαλύειν, ὧν τὸ μὲν πρῶτον συνεσταλμένον, τὸ δὲ δεύτερον ἐκτεταμένον σὺν τῷ ι, οἷον «οὐχ' ὁράᾳς, οἷος κἀγώ», καὶ «ἰσχανάᾳ δακέειν», καὶ «ἐκπεράᾳ μέγα κῦμα», καὶ «οὐκ ἐάᾳ Κρονίδης». Τοῦτο τὸ ἐάᾳ, ἐὰν ἀποκοπῇ, ποιεῖ ὡς ἐν μέτρῳ δακτυλικῷ τὸ «τρεῖν μ' οὐκ ἔα», ἀναβιβασθέντος τοῦ τόνου μετὰ βραχείας τῆς παραληγούσης, ὡς τῆς ἐν τῷ τέλει μακρᾶς ἀποκοπείσης. οὐ γὰρ εἶχεν ἀναλογίαν τινὰ ἡ ὀξυτόνησις. Εἰ δὲ γράφεται «τρεῖν μ' οὐκ ἐᾷ» περισπωμένως, ὅπερ ἥκιστα ἐν τοῖς παλαιοῖς εὕρηται, θεραπευθήσεται σπονδειακῶς τὸ μέτρον διὰ συνιζήσεως. (v. 258) Τὸ δὲ «εἰ γοῦν ἕτερός γε φύγῃσιν» ὅμοιον μέν ἐστι τῷ ἀλλαχοῦ εἰρημένῳ περὶ τῆς Ἄτης «κατὰ δ' οὖν ἕτερόν γε πέδησεν». Ἔστι δὲ καὶ αὐτὸ ἐλλειπτικόν, δηλοῦν κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα ὅτι, εἴπερ ἀνάγκη φυγεῖν, οὐ φευξοῦνται οἱ δύο ἀλλ' ὁ εἷς, ὃ καὶ γίνεται. ἀγχίνους γάρ ἐστιν ὁ Διομήδης τὸ μέλλον προϊδεῖν. (v. 260) Διὸ καὶ ἡ πολύβουλος κατὰ τὸν ποιητὴν Ἀθηνᾶ λέγεται αὐτῷ συναίρεσθαι τῆς μάχης, τουτέστιν ἡ φρόνησις, ἣν προσφυῶς τῇ ἀλληγορίᾳ πολύβουλον ἔφη κατὰ μετάληψιν τοῦ πολυμήχανος καὶ ἔτι μᾶλλον τοῦ πολύμητις. [Ἐλλέλειπται δὲ καὶ τὸ μεμνημένος. λείπει γὰρ τὸ «οὗ εἶπον» ἤ τι τοιοῦτον.] (v. 266) Τὸ δὲ «ποινήν» ἀντὶ τοῦ ἀντάλλαγμα κεῖται, ὥστε σημειωτέον, ὅτι ποινὴ οὐ μόνον λέγεται τὸ ὑπὲρ φόνου ἀλλὰ καὶ τὸ ἁπλῶς ἀντισήκωμα. Ἡ δὲ χρῆσις πολλὴ παρὰ Πινδάρῳ. [Ἰστέον δὲ ὅτι καθὰ ἡ ποινὴ ἀμοιβήν τινα ἔστιν ὅτε δηλοῖ, οὐχ' ὡς ἀπὸ τοῦ φόνου ἴσως, ἀλλὰ τοῦ πόνου, ὅπερ ἐστὶ τῆς ἐπαινετῆς ἐνεργείας, οὕτω καὶ ἡ ἄμυνα. Φησὶ γὰρ ὁ γραμματικὸς Ἀριστοφάνης τὸ ἀμύνεσθαι οὐ μόνον σημαίνειν τὸ κακῶς παθόντα ἀντιδιατιθέναι, ἀλλὰ