Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.72
Not analysed yet
ἀτιτάλλειν. Δῆλον δὲ ὥς τινες, καθὰ καὶ προείρηται, ἀπὸ τοῦ ἄττειν καὶ ἅλλεσθαι τὸ ἀτάλλειν παράγουσι, τοῦ ἑνὸς τ ἀπελθόντος διὰ τὸ εὐφωνότερον. Τῆς δὲ φάτνης πρωτόθετον τὸ φαγεῖν ἢ τὸ πάσασθαι κατὰ τοὺς παλαιούς, ὅ ἐστι γεύσασθαι. ὅθεν καὶ φατνωτόν, φασί, τὸ σανιδωτόν, καὶ φατνώματα, σανιδώματα στέγης διάγλυφα, καὶ ὀδόντων δὲ προσφυῶς ἐντεῦθεν φατνώματα. (v. 277) Ὅτι καλὸν εἰς ἔπαινον εὐγενοῦς καὶ ἀνδρείου τινὸς τὸ «καρτερόθυμε, δαΐφρον, ἀγαυοῦ πατρὸς υἱέ». (v. 278) Ὅτι βελὸς εἰπὼν ὁ Πάνδαρος ἐπήγαγε τὸ «πικρὸς ὀϊστός», διὰ σαφήνειαν, ὡς καὶ τοῦ δόρατος ἔστιν ὅτε, εἰ μὴ ὀρεκτὸν εἴη, βέλους λεγομένου. Φησὶν οὖν παρακατιὼν ὅτι τὸ τοῦ Διομήδους βέλος ἴθυνεν ἡ Ἀθηνᾶ, ὅπερ ἦν δόρυ. (v. 282) Ὅτι τὸ «αἰχμὴ ταχείη πταμένη» τὸ τάχος δηλοῖ τῆς προέσεως, ὅθεν καὶ ἡ τοῦ Ἀχιλλέως μελία ἰθυπτίων που ῥηθήσεται διὰ τὸ ἰθὺ πέτεσθαι. Σημείωσαι οὖν ὅτι, κἂν μὴ πτερόεσσαν εἰπεῖν ἔχῃ τὴν αἰχμήν, καθάπερ τὸν ὀϊστὸν πτερόεντα, πέτεσθαι γοῦν ὅμως αὐτὴν λέγει διὰ τὸ τάχος ἢ καὶ διὰ τὸ ἐλαφρόν, καθ' ὃ καὶ λαισήϊά που λέγει πτερόεντα. Ὅτι δὲ οὐ μόνον ἐπτάμην πρῶτός ἐστιν ἀόριστος, ἐξ οὗ ὁ πτάμενος καὶ ἡ πταμένη, ἀλλὰ καὶ δεύτερος ὁ ἐπτόμην, δηλοῦται ἀλλαχοῦ. (v. 284 s.) Ὅτι πολὺ τὸ τοῦ Πανδάρου ἀλαζονικὸν καὶ ἐνταῦθα, ὃς μετὰ τὴν βολὴν ἀβλαβοῦς ἑστῶτος τοῦ Διομήδους μέγα κομπάζει καὶ τόπον ὁρίζει, περὶ ὃν δῆθεν ἐκεῖνον ἔπληξε, λέγων ὅτι «βέβληαι κενεῶνα διαμπερές», ὅ ἐστι τὴν λαγόνα ἤγουν τὴν λαπάραν, «οὐδέ σ' ὀΐω δηρὸν ἔτ' ἀνσχήσεσθαι, ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκας». Οὕτω γλώσσαλγος ὁ ἀνήρ. διὸ καὶ Ὅμηρος οἰκείως εἰς τὴν γλῶσσαν κολάζει αὐτόν. πρυμνὴν γὰρ αὐτὴν ἐξέταμε χαλκὸς ὑπὸ Διομήδους ἐκ μετεώρου ποθέν, οἷα εἰκός, ἀφεθείς. (v. 290—3) Φησὶ γὰρ ὅτι ἡ Ἀθηνᾶ, ἤτοι ἡ τοῦ ἥρωος φρόνησις, στάντος, ὡς εἰκός, ἐν καιρίῳ τόπῳ, τὸ βέλος ἴθυνε «ῥῖνα παρ' ὀφθαλμόν, λευκοὺς δ' ἐπέρησεν ὀδόντας. τοῦ δ' ἀπὸ μὲν γλῶσσαν