Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.71
Not analysed yet
τεθεῖσθαι καὶ ἀντὶ ψιλοῦ τοῦ ἀμείψασθαι ὁτιοῦν. Καὶ φέρει χρῆσιν ἔκ τε Ἀλκμᾶνος τὸ «οὐ γὰρ πορφύρας τόσσος κόρος, ὥστ' ἀμύνασθαι», καὶ ἐκ τῶν Θουκυδίδου τὸ «ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνεσθαι».] Ἡ δὲ ἄρχουσα τοῦ Γανυμήδεος οὐκ ἀλόγως, ἀλλὰ κατὰ ἀναλογίαν τοῦ γάνος, ἐν ἑνὶ ἐκφέρεται ν, κἂν πολλοὶ ἐν οἷς γράφουσι, διπλάζωσιν αὐτό. (v. 267) Τὸ δὲ «ὑπὸ ἠῶ τ' ἠέλιόν τε» ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ. ἐκ τούτου δὲ λαβόντες οἱ ὕστερον τὴν ὑπ' οὐρανὸν ὑφ' ἥλιον λέγουσιν. Ὅρα δὲ εἰ πρός τινα ἔμφασιν ἐτυμολογίας συναπτῶς αἱ τοιαῦται λέξεις παράκεινται, ἵνα λέγοιτο ἠέλιος ὡς ἠοῦς ἕλην ποιῶν τῇ κατὰ τὸν ἀέρα θερμότητι. (v. 269) Ὅρα δὲ καὶ τὸ «ὑποσχὼν θήλεας ἵππους» καιρίως φρασθὲν ἀντὶ τοῦ ὑποβαλὼν καὶ ὑποθέμενος τοῖς ἄρρεσιν ἵπποις εἰς ὀχείαν. καὶ οὐκ ἔστιν ἑτέραν κρείττονα εἰς τοῦτο λέξιν εἰπεῖν. Τοιοῦτος δέ τις νοῦς ὕπεστι καὶ τῷ ὑποσχεῖν λόγοις τὰς ἀκοὰς καὶ χεῖρα τοῖς διδομένοις ὑποσχεῖν. Ἔστι δὲ τὸ «ὑποσχὼν θήλεας ἵππους» καὶ διασαφητικὸν τοῦ ἔκλεψεν. οὐ γὰρ ἵππους, φησίν, ὑφείλετο Ἀγχίσης, ἀλλ' ἐσοφίσατο γονὴν ἐξ ἐκείνων λαβεῖν διὰ λαθραίας ὀχείας. καὶ ἔστι κλοπή τις καὶ τοῦτο οἰκονομικὴ καὶ δόλον οὐ πάνυ τι μωμητὸν ἔχουσα, πρέπουσα δὲ φιλοκάλῳ ἀνδρί, μὴ ἔχοντι ἀδόλως τὸ ἐφετὸν πορίσασθαι. Τὸ δὲ «θήλεας» οἱ μὲν προπαροξύνουσιν ὡς ἀπὸ τοῦ ἡ θῆλυς, οἷον καὶ τὸ «θῆλυς ἐέρση», οἱ δὲ παροξύνουσιν ὡς ἀπὸ τοῦ θήλεια θηλείας καὶ ἀπελεύσει τοῦ ι θηλέας. (v. 271) Ἀτιτάλλειν δὲ τὸ ἀναπαύειν καὶ ἁπαλῶς τρέφειν, ὡς μὴ ταλάσσειν, ὅ ἐστι τάλανα τοῖς πόνοις εἶναι καὶ τλήμονα. ἵνα ᾖ πρῶτον τὸ ἀτάλλειν, ὅθεν καὶ ὁ ἀταλός, εἶτα κατὰ ἀναδιπλασιασμὸν τὸ