Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.76
Not analysed yet
296) Ὅτι καὶ θανάτου καὶ λειποθυμίας φραστικὸν τὸ «τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε». Ἰστέον δὲ ὅτι ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερον καὶ αὐτὸ δὴ μόνον τὸ λυθῆναι ἀντὶ τοῦ θανεῖν ἔφρασαν, ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ἔθανες, ἀπελύθης», καὶ ἐν τῷ «ποίῳ ἀπελύσατο τρόπῳ». (v. 299) Ὅτι σύντομος καὶ ἐνταῦθα παραβολὴ τὸ «ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς». λέγει δὲ καὶ νῦν ἀμφιβαίνειν τὸ ὑπερμαχεῖν τοῦ κειμένου. Τὸ δὲ ἀλκί μεταπλασμὸν ἔπαθεν ἀπὸ τῆς ἀλκῇ δοτικῆς. Τρύφων δέ φησι λέγειν τὸν Ἀρίσταρχον ὅτι ἔθος ἐστὶ τοῖς Αἰολεῦσι λέγειν τὴν ἰωκὴν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα, ὅθεν καὶ τὴν αὐτῆς δοτικὴν ἀλκί ὡς σαρκί. ὁ δὲ Ἀσκαλωνίτης, φασίν, οἴεται τὸ ἀλκί ἀπὸ εὐθείας παρῆχθαι τῆς ἡ ἄλξ. Σημείωσαι δὲ τὴν ἱστορίαν τῆς ἰδιότητος τοῦ λέοντος. οὐδὲν γὰρ ἄλλο ζῷον οὕτω πέποιθε τῇ ἀλκῇ. οἶδε γὰρ ἄλκιμος εἶναι. λέγεται δέ που καὶ σῦς ἀλκὶ πεποιθώς. εἴη δ' ἂν καὶ ῥωμαλέῳ ἀνδρὶ πρέπον τὸ νόημα. (v. 301) Ὅτι θάρσους, οὐ μὴν καὶ μένους, δηλωτικὸν εἰς τὸν Αἰνείαν λεχθὲν τὸ «τὸν κτάμεναι μεμαώς, ὃς τοῦ γ' ἀντίον ἔλθοι». Διομήδης δέ γε ἄμφω εἶχεν, ὡς προείρηται. (v. 302) Ὅτι καὶ ἐνταῦθα ὑποδηλοῖ δεῖν εὐρυβόαν εἶναι τὸν στρατηγόν. καὶ Πάνδαρος γὰρ πρὸ μικροῦ μακρὸν ἄϋσε, καὶ Αἰνείας δὲ σμερδαλέον ἰάχει. [Ἔστι δὲ μακρὸν ἀῧσαι τὸ εἰς πολὺ μῆκος καὶ διάστημα ἀέρος. Λέγεται γάρ, ὥσπερ τὸ σκῆνος σκᾶνος Δωρικῶς, οὕτω καὶ μῆκος μᾶκος, ἐξ οὗ μακερόν καὶ ἐν συγκοπῇ μακρόν. ἐκ τοῦ τοιούτου δὲ μάκους καὶ ἡ μακεδνὴ αἴγειρος.] (v. 302—10) Ὅτι Διομήδης «χερμάδιον λάβε χειρὶ μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρες φέροιεν, οἷοι νῦν βροτοί εἰσιν. ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος», ἃ δὴ καὶ ἐν τοῖς ἑξῆς που ἀπαραποίητα οὕτω κεῖται, «τῷ βάλεν Αἰνείαο κατ' ἰσχίον, ἔνθα τε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι. θλάσσε δέ οἱ κοτύλην, πρὸς δ' ἄμφω