Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.77
Not analysed yet
ῥῆξε τένοντε. ὦσε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθος» καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν ἐνταῦθα. Προϊὼν δὲ λέγει, ὅτι βραχύ τι διαλιπὼν ὁ Αἰνείας οὐ μόνον ἐξῆλθεν εἰς μάχην, ἀλλὰ καὶ ἠρίστευσεν, ὡς εἴπερ μηδέν τι μέγα ἐπεπόνθει κακόν. καὶ ἔστιν ὁ μῦθος ἀναλληγόρητος μὲν καὶ εἰς τὸ παντελὲς ἀθεράπευτος, οἰκεῖος δὲ ὅμως τερατείᾳ ποιητικῇ. (v. 302) Ἰστέον δὲ ὅτι χερμάδιον μὲν λίθος χειροπληθής, οὗ χεὶρ ἂν μάσηται, ὅ ἐστιν ἐφάψηται. διὸ καὶ ὁ ποιητὴς «χειρὶ λάβεν» ἔφη. [Οὐ πάντῃ δὲ δῆλον εἴτε τὸ χερμάδιον ῥητέον εἴτε κατ' ἔλλειψιν τὸν χερμάδιον λίθον. δοκεῖ δὲ τοῦτο κρεῖττον εἶναι.] (v. 303) Τὸ δὲ «μέγα ἔργον» ταὐτόν ἐστι τῷ μέγα βάρος, ἀπὸ τοῦ ἔρα καὶ γῆ τάχα γεγονός, ὡς τῆς γῆς βαρυτάτης οὔσης ἐν στοιχείοις. [Μάλιστα δὲ ἔργον λέγοι ἂν τὸ παρὰ τοῖς ὕστερον δύσεργον, ἐξ οὗ καὶ ἐργῶδες τὸ δυσχερὲς καὶ δυσμεταχείριστον.] Ὅρα δὲ καὶ τὸ φέρειν ταὐτὸν ὂν τῷ βαστάζειν, ὃ καὶ ἐπὶ ἐμψύχου τίθεται μετὰ προθέσεως. Ἔφη γοῦν «οὐδ' ἐθέλητον ἐκφέρειν πολέμοιο». καὶ μετ' ὀλίγα δὲ ἡ Ἀφροδίτη τὸν υἱὸν ὑπεκφέρει τοῦ πολέμου. Δῆλον δὲ ὡς καὶ ἄλλα σημαινόμενα τὸ φέρειν καὶ τὰ ἐξ αὐτοῦ ἔχει λόγῳ τε τροπῆς καὶ ἑτέρως, ὡς δῆλον ἐκ του φέρειν, ὅ ἐστιν ὑπομένειν, καὶ τοῦ «σὺ νῦν διάφερε τῶν κακῶν», καὶ τοῦ «διάφερε κόρας ὀμμάτων,» καὶ τοῦ συμφέρειν, ὅ ἐστι λυσιτελεῖν, καὶ τοῦ ῥηματικοῦ ὀνόματος τῆς φορᾶς ἤτοι κινήσεως, καὶ τῆς ξυμφορᾶς, καὶ τοῦ «ξυμφερτὴ δ' ἀρετή», καὶ τοῦ διαφέρεσθαι, ὅ ἐστι διαμάχεσθαι, ὅθεν καὶ διάφορός τινι ὁ πρός τινα ἐχθραίνων.