Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.79
Not analysed yet
καὶ θηλυκῶς· «ἔχει δέ τε κίονας αὐτὸς μακράς», οὕτω καὶ λίθος διχῶς. Καὶ τὸ μὲν τρηχὺς λίθος οὐ πάνυ ἀριδήλως ἐκφαίνει τὸ ἄρρεν γένος. δύναται γὰρ εἶναι καὶ ἡ τρηχύς, κατὰ τὸ «θῆλυς ἐέρση», καὶ «πουλὺς ἅλς». Τὸ μέντοι «λίθον, κείμενον ἐν πεδίῳ, μέλανα, τρηχύν τε μέγαν τε» σαφῶς ἔχει τὸν λίθον γένους ἀρσενικοῦ, θηλυκοῦ δὲ τὸ «ἔξω δ' ὡς ὅτε τις στερεὴ λίθος».] (v. 309) Ὅτι τὸ «ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ» δηλοῖ μὴ πεσεῖν τινα εἰς γῆν ὅλῳ τῷ σώματι, ἀλλὰ μετεωρίζεσθαι γόνασι καὶ χερσίν. ἐκ τοῦ γόνυ δὲ κατὰ συγκοπὴν γίνεται τὸ γνύξ. (v. 310) Ὅτι ἐν τῷ «ἀμφὶ δέ οἱ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε» νύκτα τολμηρῶς λέγει τὴν τῶν ὀφθαλμῶν σκότωσιν. Ἀλλαχοῦ δὲ καὶ τὴν ἐν ἀέρι παχεῖαν ζόφωσιν οὕτω καλεῖ, οἷον «ὀρώρει δ' οὐρανόθεν νύξ». (v. 311—7) Ὅτι ἐὰν ὑπὸ ἱστορίας ἐβοηθεῖτο, εἶχεν ἂν ὁ ποιητὴς ἐνταῦθα τὸν Αἰνείαν ὑπὸ τῷ Διομήδῃ ἀνελεῖν. διό φησι «καὶ νύ κεν ἔνθ' ἀπόλοιτο» καὶ ἑξῆς. ἐπεὶ δὲ οὐκ ἔχει τοῦτο ἱστορούμενον—καὶ γὰρ καθ' ἱστορίαν καὶ μετὰ τὴν ἅλωσιν τῆς Τροίας περίεστιν ὁ Αἰνείας—ῥίπτει μὲν αὐτὸν ἐνταῦθα εἰς κίνδυνον, ἐξαιρεῖται δὲ αὖθις μεθόδῳ ποιητικῇ δι' ἐπεισοδίου θείων προσώπων, τοῦ τε Ἀπόλλωνος καὶ τῆς Ἀφροδίτης, περὶ ἧς καὶ τερατεύεται ὅσα βούλεται. Ἡ δὲ θεραπεία τοῦ μύθου ἐν τούτοις βούλεται νέους τινὰς ἡλικιώτας, ὀλίγην ἑταιρίαν, οὐ πάνυ μαχίμους, ἀλλά, ὡς ἄν τις εἴπῃ, ἐπαφροδίτους καὶ ἀβληχροὺς καὶ ἁπαλοὺς καί, ὡς εἰπεῖν, θηλύχειρας, ἐπαρῆξαι κειμένῳ τῷ Αἰνείᾳ καὶ κατά τι πεπρωμένον εὐτυχῶς ἀφαρπάσαι ἐκεῖνον, ὁποῖόν τι καὶ πρὸ τούτου ἐπὶ τῆς μονομαχίας τοῦ Ἀλεξάνδρου ἐγένετο. ἀλλ' ἐκεῖνοι μὲν οὔπω ἔπαθον οὐδὲν οἱ τὸν Πάριν ὑποκλέψαντες, τούτους δὲ βλάψας ὁ Διομήδης λέγεται τὴν