Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.80
Not analysed yet
τῆς Ἀφροδίτης χεῖρα βαλεῖν τὴν τὸν Αἰνείαν σκέπουσαν. Ὅτι δὲ πεπρωμένη τις ὁ Ἀπόλλων εἶναι ἀλληγορεῖται, ὡς ἥλιος, δῆλόν ἐστιν. (v. 313) Ὅτι καὶ τὸ «ὑπὸ Ἀγχίσῃ βουκολέοντι ἔτεκε» καινόν ἐστι τῇ μετὰ δοτικῆς συντάξει τῆς ὑπο προθέσεως. καὶ ἔστιν ὅμοιον τῷ «ὑφ' ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα οἴσουσιν». Ἀττικὸν δὲ τὸ σχῆμα, ὡς καὶ παρ' ἄλλοις τὸ ὑπὸ διδασκάλῳ τάττεσθαι, καὶ ἕτερα δὲ τοιαῦτα προεσημειώθησαν. Σημείωσαι δὲ ὅτι ὥσπερ ποιμαίνειν, οὕτω καὶ βουκολεῖν ἐξῆν τοῖς βασιλικοῖς παισίν, οὐ μὴν καὶ συφορβεῖν. τοῦτο γὰρ πάνυ ἀγεννὲς διὰ τὸ τῶν συῶν οὐ μόνον γεωχαρές, ἀλλὰ καὶ ἄλλως οὐκ εὐγενές. (v. 314 s.) Ὅτι ἐν τῷ «ἀμφὶ δὲ ὃν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ», ἡ Ἀφροδίτη δηλαδή, τὸ ἐχεύατο τρυφερότητα καὶ ἁπαλότητα δηλοῖ γυναικείων χειρῶν. περιπλοκὴν δὲ φράζει εὐνοϊκὴν τὸ ῥηθὲν ἔπος, καθὰ καὶ ἑξῆς (v. 315) τὸ «πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμ' ἐκάλυψεν», ἤγουν χάριν καλύμματος ἔθετο. Πτύγμα δὲ λέγει τὸ περίττευμα καὶ δίπλωμα τοῦ τὴν χεῖρα σκέποντος μέρους τοῦ πέπλου, ᾧ τὸν Αἰνείαν ἡ Ἀφροδίτη καλύψασα, ὥστε ἕρκος ἔμεν βελέων, οὔτε ἐκεῖνον ὤνησε καὶ αὐτὴ ἐτρώθη, ἀντιτορηθεῖσα διὰ τοῦ πέπλου. (v. 314—7) Καὶ σημείωσαι ὅτι οὐ πρὸς ἀποτροπὴν βελῶν ἡ μυθικὴ Ἀφροδίτη σκέπει τὸν Αἰνείαν, οὐ γὰρ ἀπαθῆ τὸν πέπλον ἔχει, ὅπουγε καὶ αὐτὴ ἐκείνη βάλλεται, ἀλλ' ἐπικρύπτει μὲν διὰ τοῦ πέπλου τὸν Αἰνείαν, τῇ δὲ ἐπικρύψει ἕπεται τὸ μὴ βάλλεσθαι, εἰ καὶ ὁ Διομήδης μόνος τῶν ἄλλων ἀφῃρημένος τὴν τῆς ὄψεως ἀχλὺν καὶ ὁρᾷ καὶ βάλλει. Οὕτω δὲ καὶ Ἀπόλλων κυανέῃ νεφέλῃ μετ' ὀλίγον ἐρύσατο τὸν Αἰνείαν, ἵνα μὴ ἐν τῷ βλέπεσθαι Δαναῶν τις χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο. (v. 317) Καὶ ὅρα τὸ βαλών. πάντως γὰρ οὐ ταὐτὸν εἰπεῖν βαλὼν τὸν Αἰνείαν καὶ βαλὼν χαλκὸν ἐν