Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.82
Not analysed yet
ἐν οἷς φησιν οὕτω περὶ Διομήδους «ὃ δὲ Κύπριν ἐπῴχετο, γινώσκων ὅτ' ἄναλκις ἔην θεός, οὐδὲ θεάων τάων, αἳ ἀνδρῶν πόλεμον κατακοιρανέουσιν, οὔτ' ἂρ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ». Παντοίως δὲ ἄναλκις ἡ Ἀφροδίτη καὶ κατὰ τὸν μῦθον καὶ κατὰ πᾶσαν ἀλληγορίαν ἠθικήν τε καὶ φυσικήν. οὐ γὰρ πολέμων ἐπιστατεῖν οὐδ' αὐτὸς ὁ τῆς Ἀφροδίτης λέγεται ἀστήρ. Διὸ καὶ ἐν τοῖς ἑξῆς ὡς ἐκ τοῦ Διὸς λέγεται, ὅτι οὐ δέδοταί σοι τὰ τοῦ πολέμου ἔργα, ἀλλὰ σύ γε ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, τὰ δὲ κατὰ πόλεμον Ἄρεϊ μελήσει καὶ Ἀθηνᾷ. (v. 333) Ἡ δὲ Ἐνυὼ δαιμόνιόν τι πλάττεται μάχιμον, ἀπὸ τοῦ ἔνω ἐνύω τὸ φονεύω, ἤ, ὡς καὶ προείρηται, ἀπὸ τοῦ ἐναύειν τὸ φωνεῖν, ἀφ' οὗ καὶ ἀϋτή ὁ πόλεμος λέγεται καὶ ὁ Ἐνυάλιος παράγεται. (v. 331) Ἰστέον δὲ ὅτι τὸ γινώσκων οἱ μὲν συναναγινώσκοντες τοῖς ἐφεξῆς νοοῦσι γινώσκειν τὸν Διομήδην, ὅτι ἄναλκις ἦν θεὸς ἡ Ἀφροδίτη, ἕτεροι δὲ στίζοντες συμβιβάζουσιν αὐτὸ τοῖς πρὸ αὐτοῦ, ἵνα ᾖ, ὅτι Κύπριν ὁ Διομήδης ἐπῴχετο, γινώσκων αὐτήν, ὡς μὴ ἀχλυούμενος τοὺς ὀφθαλμούς. Εἶτα ὡς ἐξ ἄλλης ἀρχῆς ἀναγινώσκουσι τὸ «ὅτ' ἄναλκις ἔην», ἵνα λέγῃ ὅτι ἐπῴχετο κατ' αὐτῆς ὁ ἥρως, ἐπεὶ ἄναλκις ἦν αὐτή. (v. 334) Ὅτι ἀνδρικὸν τὸ «πολὺν καθ' ὅμιλον ὀπάζων», ὅ ἐστι κατόπιν διώκων, ὡς καὶ ἐν ἄλλοις κεῖται. Εἰ δὲ καὶ ἀντὶ τοῦ παρέχειν λαμβάνεταί ποτε τὸ ὀπάζειν, ἑτέρου τοῦτο λόγου. (v. 335—9) Ὅτι πιθανολογῶν τὸν τῆς Ἀφροδίτης μῦθον ὁ ποιητὴς καὶ μέγεθος πολὺ τῆς δαίμονος ἐνδεικνύμενος λέγει, ὅτι ἐπορεξάμενος ὁ Διομήδης «ἄκρην οὔτασε χεῖρα, μετάλμενος, ὀξέϊ δουρὶ ἀβληχρήν», οἱονεὶ λέγων, ὅτι καίτοι ἀναταθεὶς καὶ ἀναπηδήσας ὁ Διομήδης, μόλις καθίκετο τῆς χειρὸς ἐκείνης. Οἷς ἐπάγει «εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ἀμβροσίου διὰ πέπλου, τόν οἱ Χάριτες κάμον αὐταί». (v. 335) Ὅρα δὲ τὸ ἐπορέξασθαι, ἐξ οὗ καὶ ὀρεκτή που μελία, ὡς καὶ ἀλλαχοῦ προδεδήλωται. τὸ μὲν γὰρ ἀφιέμενον δόρυ βέλος λέγεται, τὸ δὲ ἐκ χειρὸς ὀρεγομένης, ὡς νῦν γίνεται, ἤτοι ἐκτεινο-