Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.81
Not analysed yet
στήθεσιν Αἰνείου, ἀλλ' ἐκεῖνο μὲν τὸ πλῆξαι δηλοῖ, τοῦτο δὲ τὸ ἐπιτυχῶς θεῖναι ἢ ἀφεῖναι ἢ ἐπιρρῖψαι, ὡς καὶ προϊών φησι «κάββαλεν υἱόν», ἤγουν κάτω ἔθετο, κατέρριψε. Τὸ δὲ «ἐκ θυμὸν ἕλοιτο» δηλοῖ μὲν περιφραστικῶς τὸ θανατώσῃ, ἀστείως δὲ εἴρηται ὡς ἐπὶ πράγματος ἐκκρίτου ἀφαιρουμένου. τοιαύτης γὰρ σημασίας τὸ ἐξελέσθαι. (v. 316 s.) Ἰστέον δὲ ὅτι τε ἕρκος βελέων τὸ τοῦ πέπλου πτύγμα ἔφη πρὸς ὁμοιότητα τοῦ «ἕρκος πολέμοιο», καὶ «ἕρκος πόλεως», καὶ «ἕρκεα ἀλωάων». Καὶ ὅτι πρὸς σαφήνειαν τοῦ «ἕρκος ἔμεν βελέων» ἐπῆκται τὸ «μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι» καὶ ἑξῆς, ὃ καὶ μετ' ὀλίγα κεῖται ἀπαράλλακτον. (v. 319 s.) Ὅτι τὰς φιλικὰς παραινέσεις ἐνταῦθα συνθεσίας φησὶν ἐν τῷ εἰπεῖν, ὅτι οὐ λήθετο Σθένελος συνθεσιῶν, ἃς ἐπέτελλε Διομήδης. Λαμβάνεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ τῶν κοινῶς λεγομένων συνθηκῶν ἤτοι συμφωνιῶν, ὡς ἐν τῷ «πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια;» (v. 322) Ὅτι φλοῖσβος κεῖται καὶ ἐνταῦθα οὐκ ἐπὶ θαλάσσης ἀλλὰ ἐπὶ τοῦ κατὰ πόλεμον ἤχου καὶ θορύβου. Φησὶ γοῦν «ἠρύκακεν ἵππους νόσφιν ἀπὸ φλοίσβου». (v. 325 s.) Ὅτι Δηΐπυλόν τινα τιμᾶσθαι λέγει τῷ Σθενέλῳ πλέον οὐ τοῦ Διομήδους (πῶς γάρ;) ,ἀλλὰ πάσης ὁμηλικίης. Διὰ τί; ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, ἤγουν ὅτι τὰς φρενὰς ἀραρὼς ἦν, ὅ ἐστι, συνθέτως εἰπεῖν, φρενήρης, ἢ ὅτι ἐκεῖνα ἐφρόνει, ἃ καὶ τῷ Σθενέλῳ ἐν φρεσὶν ἄρηρε καὶ ἥρμοστο, ἤγουν ἃ ἤθελεν ὁ Σθένελος, ὡς καὶ ἐν ἄλλοις περί τινος λέγει αἰτίαν φιλίας, ὅτι τὰ γὰρ φρονέεις, ἅπερ ἐγώ. Καὶ σημείωσαι ὅτι οὐκ ἦν ὁ Διομήδης ἡλικιώτης τοῦ Σθενέλου. πῶς γὰρ ἂν ἠγάπα τὸν Δηΐπυλον ὁ Σθένελος περισσότερον πάσης ὁμηλικίης, εἰ καὶ ὁ Διομήδης ὁμῆλιξ ἦν αὐτῷ, [ἑταίρων ὁ φίλτατος. ἴσως δὲ καὶ περὶ πάσης ὁ ἥρως τὸν Δηΐπυλον ἐτίμα ὁμηλικίης οὐ τῆς καθ' ἑαυτόν, ἀλλὰ τῆς κατὰ τὸν Δηΐπυλον, τιμώμενον τῷ Σθενέλῳ περιττότερον τῶν ἄλλων τοῦ Δηϊπύλου ἡλικιωτῶν.] (v. 330—3) Ὅτι τὴν Κύπριν κακολογεῖ,