Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.84
Not analysed yet
τεύχων». Λείπει δ' ἐν τοῖς τοιούτοις πρόθεσις, οἷον περὶ ὃν Χάριτες ἔκαμον. οὕτω δὲ καὶ ἐν τοῖς ὁμοίοις. Τὸ δὲ «αὐταί» κατ' ἐξοχὴν μέν τινα κεῖται, βιάζεται δὲ μυθικῶς καὶ μὴ πρὸς ἀλληγορίαν νοηθῆναι τὰς Χάριτας. Ἰστέον δὲ ὅτι, ὃ νῦν περιπέφρασται ἐν τῷ «Χάριτες ἔκαμον», ἀλλαχοῦ μιᾷ δηλοῦται λέξει ἐν τῷ «χαρίεντα δὲ εἵματα ἕσσε». χαρίεντα γὰρ ἐκεῖ ἃ Χάριτες ἔκαμον, ἴσως δὲ καὶ ὧν χάρις, Ὁμηρικῶς εἰπεῖν, ἀπελάμπετο πολλή. [Ἧς πρὸς διαστολὴν εἴρηται ὧδε τὸ αὐταί. οὐ γὰρ ἀπέλαμπον ἐνταῦθα Χάριτες τοῦ ἀφροδισίου πέπλου, ἀλλ' αὐταὶ περὶ αὐτὸν ἔκαμον αὐτουργοῦσαι, οὐ μὴν μεταδιδοῦσαι τῷ πέπλῳ χαρίτων τινῶν.] (v. 339) Ὅτι Ὁμήρου εἰπόντος τρωθῆναι τὴν Ἀφροδίτην χεῖρα πρυμνὸν ὑπὲρ θέναρος, φασὶν οἱ παλαιοί, ὅτι θέναρ λέγεται τὸ μεταξὺ τῶν δακτύλων καὶ τοῦ καρποῦ, ἤγουν τὸ κοῖλον τῆς χειρός, ἢ κατὰ Εὔδημον τὸ μεταξὺ τοῦ λιχανοῦ καὶ τοῦ ἀντίχειρος, ἤγουν τοῦ μεγάλου δακτύλου, σαρκῶδες καὶ κοῖλον. Ἰστέον δὲ καὶ ὅτι τὸ πρυμνὸν ὑπὲρ θέναρος ἑρμηνεύων ἐν τοῖς ἑξῆς ὁ ποιητής φησι τρωθῆναι τὴν Ἀφροδίτην χεῖρα σχεδὸν ἐπὶ καρπῷ. ὅθεν ἐοίκασιν ὀρθότερον νοεῖν οἱ τὸ μεταξὺ τῶν δακτύλων καὶ τοῦ καρποῦ θέναρ λέγοντες, οὗ τὸ ἄκρον ἐστὶν ἐπὶ τῷ καρπῷ. Διὸ καὶ θέναρ λέγεται παρὰ τὸ θεῖναι, ἐν ᾧ ἔστι τεθῆναί τι εἰς ὑποδοχήν, ἢ παρὰ τὸ θένω, τὸ τύπτω. Πίνδαρος δὲ θέναρ βωμοῦ λέγει τὸ πλάτος. Ἀριστοτέλης δέ φησιν, ὅτι χειρὸς τὸ ἐντὸς θέναρ σαρκῶδες. λέγει δὲ καὶ τὸν καρπὸν ἄρθρον εἶναι χειρὸς καὶ βραχίονος. Εὕρηται δὲ παρά τισι θέναρ καὶ τὰ ἐν τῷ στήθει τοῦ ποδὸς δύο ὀστᾶ. Ὁμήρῳ