Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.85
Not analysed yet
δὲ ὁ λόγος περὶ τοῦ κατὰ χεῖρα. Τινὲς δὲ συντομώτατα φράσαντες εἶπον· θέναρ καὶ κοτύλη τὸ κοῖλον τῆς χειρός. Λέγουσι δὲ καὶ ἕτεροι οὕτω· θέναρ· ποδὸς κοῖλον καὶ χειρὸς καὶ τὸ ἔσω τῆς παλαιστῆς. (v. 339 s.) Ὅτι αἷμα εἰπὼν ῥέειν τῆς χειρὸς τῆς Ἀφροδίτης οὐ πάνυ φιλεῖν δοκεῖ τὴν λέξιν ὁ ποιητής. ἐπὶ ζῴων γὰρ θνητῶν τὸ αἷμα, τοὺς δὲ θεοὺς ἀναίμονας λέγει. Ὀνομάζει τοίνυν αὐτὸ καὶ ἰχῶρα, πλὴν οὐ τὸν σεσηπότα, ἀλλὰ τὸν κατὰ φύσιν μετὰ τροφὴν χυλόν, ὃς ἀνάλογόν ἐστιν αἵματι κατὰ Ἀριστοτέλην καὶ εἰς αἷμα μεταβάλλεται. Ἐπεὶ δὲ οὐδὲ τοῦτο καίριον ἐπὶ θείας φύσεως διὰ τὸ τοῦ ἰχῶρος τούτου ἀτελὲς καὶ οὐδὲ τοῖς πολλοῖς γνώριμον εἰς σαφήνειαν—κάλλιον δὲ ἦν εἰπεῖν αἷμα διὰ τὸ καὶ τελειότερον εἶναι αὐτὸ τοῦ ἰχῶρος καὶ σαφέστερον εἰς νόησιν—, διὰ τοῦτο ἐν τοῖς ἑξῆς ἐπὶ τοῦ Ἄρεος ἀνακάμπτει πάλιν εἰς μόνον τὸ αἷμα, λέγων ἄμβροτον αἷμα καταρρέειν ἐξ ὠτειλῆς, ἀπὸ τῶν ἀνθρωπίνων ἐξ ἀνάγκης τῇ λέξει χρησάμενος, ὡς καὶ νέκταρ οἰνοχοεῖσθαί που τοῖς θεοῖς ἔφη ἀπὸ ἀνθρωπίνου συμποσίου τὴν λέξιν ἀναγαγών. ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις. Ἐνταῦθα δέ, ἐπεὶ ὁ ἰχὼρ οὐδ' αὐτός, ὡς ἐρρέθη, ἐπὶ θεῶν κυριολεκτεῖται—ζωϊκὴ γάρ ἐστι καὶ αὕτη λέξις—, μετάγει τὸν λόγον εἰς ἀόριστον μέν, σαφεστέραν δὲ ἑρμηνείαν, καὶ εἰπὼν «ῥέε δ' ἄμβροτον αἷμα θεοῖο, ἰχώρ», ἐπιφέρει ἀορίστως «οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσι», τουτέστιν ὑγρότης θεοῖς πρέπουσα τοῖς μὴ ἔχουσιν οὔτε τὸν ἀληθῶς ἰχῶρα οὔτε τὸ κατὰ τὸν ποιητὴν ἀτρεκὲς αἷμα. (v. 341 s.) Εἶτα καὶ συλλογίζεται τὸ μὴ ἔχειν αἷμα τοὺς θεοὺς διὰ μέσου τοῦ μήτε σῖτον ἔδειν αὐτοὺς μήτε οἶνον πίνειν, φράσας οὕτω «οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον, τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται». Ἔνθα σημείωσαι ὅτι ἐν τῷ «οὐ γὰρ σῖτον ἔδουσι» δεῖ κατὰ τὸν Πορφύριον προσυπακούειν τὸ ἀλλ' ἀμβροσίαν, εἰ καὶ λείπει διά τε τὸ φανερὸν