Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.87
Not analysed yet
διὰ τὴν τοιαύτην συνίζησιν. Σημείωσαι δὲ ὅτι οὐ μόνον ἀπολύτως φράζεται, ὡς καὶ ἐνταῦθα, τὸ ἅλις, καὶ ἐν τῷ «ἅλις δέ οἱ», ἀλλὰ καὶ γενικὴν ὡς τὰ πολλὰ ἔχει σύνταξιν, ὡς τὸ «τούτων μὲν ἅλις», καὶ Εὐριπίδης· «ἅλις ὀδυρμῶν ἐμῶν». Καὶ ἔχει ἔλλειψιν ὑπαρκτικοῦ ῥήματος ἡ τοιαύτη σύνταξις. Ἔστι δὲ ὅτε καὶ κατ' εὐθεῖαν προάγεται, οἷον «ἅλις πόλις ὡς ἔχει», καὶ «ἅλις γὰρ οἱ γεγῶτες». καὶ λείπει ἐν τοῖς τοιούτοις ῥῆμά τι ἐκ τοῦ ἔχω. Τὸ δὲ ἔπος τὸ «ἢ οὐχ' ἅλις» καὶ ἑξῆς, ὡς πεπονθὸς πλεονασμὸν περὶ τὴν κεφαλὴν προκέφαλον λέγεται, ὡς οἷον εἰπεῖν πρόμηκες τὴν κεφαλήν. διὸ τὸ αὐτὸ καὶ μακροκέφαλον ὡς διπλάζον τὴν ἄρχουσαν. Ἧς εἴ τις ἀφέλοι τὸ κορυφαῖον ὡς οἷά τινα περιττότητα, ὑγιοῦται τὸ λεῖπον εἰς δάκτυλον. Ὃ καὶ ἄλλως γίνεται τῇ ῥηθείσῃ συνιζήσει τῶν δύο μακρῶν κατὰ τὸ «ἢ λάθετ' ἢ οὐκ ἐνόησε». κἀκεῖ γὰρ τὸ «ἢ οὐκ ἐνόησεν» εἰς δάκτυλον ποδίζεται. καὶ τοιοῦτον μὲν τὸ ῥηθὲν ἔπος καὶ ὅσα κατ' αὐτό. Ἀνάπαλιν δὲ τῷ τοιούτῳ πάθει ἔχει τὸ ἀκέφαλον, ταὐτὸν δ' εἰπεῖν βραχυκέφαλον, κατὰ τὸ ἀμαθής ὁ ὀλιγομαθής, ὃ τοῦ κατὰ τὴν ἄρχουσαν μεγέθους ἐκπεσὸν ἀπὸ βραχείας ἄρχεται, ὁποῖον σὺν ἄλλοις, ἃ ἑτέρωθι φανεῖται, καὶ τὸ «ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο», καὶ «ἐπειδὴ λίπε δῶμα Καλυψοῦς ἠϋκόμοιο», καὶ «ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς». τοιούτου δὲ πάθους ἔτυχε καὶ τὸ «Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον», καὶ τὸ «πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν». Εἰ γὰρ καὶ ἰσοδάκτυλοι τούτοις οἱ πρῶτοι πόδες ὡς τετράχρονοι, ἀλλ' ὅμως οὐκ ἔστι προκεφάλους εἰπεῖν αὐτούς, ὅτι μηδὲ περιττεύει αὐτοῖς ἡ κεφαλὴ μακρὰ οὖσα, ἀκεφάλους δὲ μᾶλλον διὰ τὸ