Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.88
Not analysed yet
ἐκπεσεῖν τῆς κατὰ τὴν ἄρχουσαν ἐκτάσεως. Ἀκέφαλοι δὲ ὁμοίως στίχοι καὶ τὸ «ἕως ἐγὼ περὶ κεῖνα πολὺν βίοτον ξυναγείρων», καὶ «ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν». Περὶ δὲ τούτων φασὶν οἱ παλαιοὶ καὶ ὅτι γελοῖοι οἱ τὴν μέσην μακρὰν ἐν τῷ ποδολογεῖν προτάττοντες καὶ τὸ ἕως ωες λέγοντες, καθὰ καὶ ἐν τῷ Βορέης καὶ Ζέφυρος ἠσβορε ποδίζοντες τὴν ἄρχουσαν. εἰ δὲ δεῖ, φασί, κατὰ τέχνην βοηθεῖν ἐν τῷ «ἕως ἐγώ», καὶ «ἕως ὅ», προενεκτέον τὸν πρῶτον πόδα, [ὥσειπερ ἦν] ὥσει οἷα συνιζήσεως ἐν αὐτῷ γενομένης, κατὰ κοινὴν συλλαβήν. ἄλλως δέ, φασίν, ἀβοήθητον ὄν, τάττεται εἰς ἀκέφαλον, καθότι ἡ πρώτη τοῦ ποδὸς βραχεῖα οὖσα κεῖται ὡσεὶ καὶ μακρά. καὶ τοιαῦτα μὲν ταῦτα. Περὶ δέ γε τῶν κατὰ κοιλίαν καὶ σκέλη στιχηρῶν παθῶν ἐν οἰκείοις ἑτέρωθι χωρίοις ῥηθήσεται. Γυναῖκες δὲ ἀνάλκιδες κατὰ κοινὸν ἐπίθετον. τοιαῦται γὰρ αὐταί, εἰ μή τις ἄλλως δαΐφρων εἴη κατὰ τὴν Πηνελόπην ἢ κατὰ τὴν ἀνδρικὴν Ἀταλάντην ἢ Ἀργανθώνην ἢ Ῥοδογούνην καὶ εἴ τις ἄλλη τοιαύτη γυνή, ὁποία καὶ ἡ Ἀρτεμισία καὶ ἡ Νίτωκρις αἱ βάρβαροι. (v. 350 s.) Ὅτι ἐκφόβησις κατὰ δειλοῦ τὸ «εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ' ὀΐω ῥιγήσειν πόλεμόν γε, καὶ εἴ χ' ἑτέρωθι πύθηαι». Ὅρα δέ, ὅτι τε δὶς ἐταὐτολογήθη συνεχῶς ὁ πόλεμος, καὶ ὅτι τὸ «εἰς πόλεμον πωλήσεαι» παρήχησίν τινα ἔχει, ὁποῖαί τινες καὶ ἐν Ὀδυσσείᾳ καὶ ἐν τῇ α ῥαψῳδίᾳ τῆς Ἰλιάδος ταύτης ἔκκεινται. ὅμοιον δὲ καὶ τὸ Ἀριστοτελικὸν τὸ «τὰ φολιδωτὰ φωλεῖ μὲν τὰ πλεῖστα». (v. 352) Ὅτι τὸ ἀλύω οὐ μόνον ἐπὶ λύπης, ὡς ἐνταῦθα ἡ Ἀφροδίτη ἀπέβη ἀλύουσα, τείρετο δ' αἰνῶς, ἀλλὰ καὶ ἐπὶ χαρᾶς, ὡς ἐν Ὀδυσσείᾳ ἐν