Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.9
Not analysed yet
ὁμοιότητα τῶν λουτρῷ λαμπρυνομένων σωμάτων. Σημείωσαι δὲ καὶ ὅτι ἐν οἷς λέγει ὁ ποιητὴς πῦρ ἐκ τοῦ Διομήδους καίεσθαι ἀστέρι ἐναλίγκιον, δοξάζειν φαίνεται πυρά τινα καὶ τοὺς ἀστέρας εἶναι. Ὅθεν καὶ ἀπὸ τοῦ αἴθειν ὁ ἀστήρ, ὡς ἐρρέθη, παράγεται. [Διὸ καὶ ὁ ζηλωτὴς Ὁμήρου Σοφοκλῆς πυρπνόα τὰ ἄστρα δοξάζει, ἔνθα τὸν Διόνυσον κατά τινα μυστικὸν λῆρον πῦρ πνεόντων χορηγὸν ἀστέρων φησίν.] (v. 8) Ὅτι θαρσαλέου καὶ ἀνδρείου ἔργον τὸ ὁρμῆσαι κατὰ μέσον, ὅθι πλεῖστοι κλονέοντο. (v. 9) Ὅτι κατὰ τοὺς παλαιοὺς τὸ Δάρης κύριον, ἐὰν ὀξύτονον ἦν, ὥς τινες οἴονται, εἰς ους ἂν εἶχε τὴν γενικήν. τὰ γὰρ εἰς ης, φασί, δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα πρὸ τοῦ η σύμφωνον, εἰς ους περατοῦται κατὰ τὴν γενικήν· σαφοῦς, πρηνοῦς, πρυλοῦς, φραδοῦς, οἷον «φραδέος νόου ἔργα τέτυκται». τὸ ψιλής ψιλῆτος παρ' Αἰσχύλῳ καὶ τὸ «Κουρῆτες ἐμάχοντο» παρὰ τῷ ποιητῇ καὶ τὸ κριτής ἔχουσιν ἄλλον λόγον, ὃν ζητητέον παρὰ τοῖς παλαιοῖς. (v. 9—12) Χρῆσις δὲ τοῦ Δάρητος αὕτη· «Ἦν δέ τις ἐν Τρώεσσι Δάρης, ἀφνειός, ἀμύμων, ἰρεὺς Ἡφαίστοιο. δύω δέ οἱ υἱέες ἤστην Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης», οἵ, φησίν, ἀποκρινθέντες ἐναντίοι τῷ Διομήδει ὡρμήθησαν. (v. 12) Λέγει δὲ ἀποκρινθῆναι τὸ χωρισθῆναι τοῦ ὁμίλου. Ἄλλως δὲ ἀποκρίνεσθαι τὸ ἀπολογεῖσθαι οὐκ οἶδεν ὁ ποιητής, ἀλλ' ὑποκρίνεσθαι λέγει αὐτό, καθὰ φανεῖται ἀλλαχοῦ. Ποιητικώτερον δὲ τὸ ἀποκρινθέντε μετὰ τοῦ ν. ἡ μὲν γὰρ κοινὴ φράσις ἀποκριθῆναι λέγει καὶ ἀποκριθέντε, ὥσπερ καὶ κλιθῆναι καὶ κλιθέντε, οἱ δὲ ποιηταὶ φυλάττουσι τὸ ν