Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.10
Not analysed yet
τοῦ θέματος ἐν τούτοις τῷ νόμῳ τῶν ἀμεταβόλων. Ἰστέον δὲ ὅτι τὰ εἰρημένα ἔπη ἐπαινεῖται τῆς διηγηματικῆς ἕνεκεν ἀρετῆς, ἤγουν τῆς σαφηνείας, τῆς συντομίας, τῆς πιθανότητος, αἳ δὴ ἀρεταί εἰσι διηγήματος. ἔγκειται γὰρ τὸ ἔθνος οἱ Τρῶες, τὸ κύριον ὄνομα ὁ Δάρης, οἰκεῖον ἱερεῖ ἐκδέροντι τὰ θυόμενα, ἡ τύχη, τὸ ἀφνειός, ἡ ἀρετή, ἀμύμων γάρ, ἡ τῆς ἀρχῆς λειτουργία, ὅτι ἱερεύς, τὰ τῶν παίδων ὀνόματα καὶ ἡ περὶ πόλεμον αὐτῶν ἀρετή. Ἔστι δ' ἐν τούτοις ἰδέσθαι ὑπεμφαινόμενον καὶ ὡς δειλὸν ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. Ὁ γὰρ τοῦ ἀφνειοῦ Δάρητος υἱὸς Ἰδαῖος, εἰ καὶ μάχης εὖ οἶδε πάσης, ἀλλὰ τὸν ἀδελφὸν ἀφεὶς ἀβοήθητον κεῖσθαι φευξεῖται μετ' ὀλίγα φιλοψυχῶν. (v. 9) Σύνηθες δὲ τῷ ποιητῇ οὕτως ἀφελῶς ἀπὸ ὑπαρκτικοῦ ῥήματος ἄρχεσθαι ἐν πολλαῖς τῶν διηγήσεων, οἷον «ἦν δέ τις ἐν Τρώεσσιν», «ἔστι πόλις Ἐφύρη», «ἔστι δέ τις αἰπεῖα» πέτρα. (v. 13—26) Σημείωσαι δὲ ὅτι ἐν τοῖς ἑξῆς μέλλων ὁ ποιητὴς διὰ τοῦ Διομήδους δύο ἀριστέας κατασπάσαι τοῦ ἅρματος, Πάνδαρον καὶ Αἰνείαν, φθάνει προγυμνάζων τὸν ἥρωα ἐν ἑτέραις ξυνωρίσιν, ἀδελφικαῖς μέντοι πάσαις. καὶ νῦν μὲν Ἰδαῖον καὶ Φηγέα καταβάλλει τοῦ ἅρματος, εἶτα φονεύει τοὺς τοῦ Εὐρυμέδοντος ὀνειροπόλου γέροντος υἱούς, εἶτα τοὺς τῷ Φαίνοπι τηλυγέτους ὄντας δύο υἱούς, ἐπὶ τούτοις δὲ δύο Πριαμίδας νόθους τοῦ δίφρου κατέρριψε καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἑτάροις εἰς νῆας ἐλαύνειν ἔδωκεν, ἐφ' οἷς καὶ κατὰ Πανδάρου καὶ Αἰνείου τῆς ἡρωϊκῆς συζυγίας ἀνδρίζεται καὶ τὸ ἅρμα νικήσας ἀπάγει. (v. 10) Τὸ δὲ ἰρεύς ψιλοῦται, ὡς ἐν τοῖς Ἀπίωνος κεῖται καὶ Ἡροδώρου, συναλιφὲν ἐκ τοῦ ἱερεύς, ὡς τὸ πόλιες πόλις. καὶ λέγουσιν οἱ αὐτοὶ καὶ κανόνα αἰτιολογικὸν τῆς ψιλώσεως οὐ πάνυ ἀναγκαῖον. Κάλλιον οὖν λέγειν ἐψιλῶσθαι αὐτὸ ὡς Ἰωνικόν. ψιλωτικοὶ γὰρ καὶ οἱ Ἴωνες. Τὸ δὲ ἤστην δοκεῖ πλεονασμὸν ἔχειν τοῦ σ, εἴπερ ἀπὸ τοῦ ἦν πρώτου προσώπου ἑνικοῦ γίνεται. εἰ δ' ἄλλως ἐκ τοῦ ἦον γίνεται, ἔχοι ἂν σὺν τῷ ῥηθέντι πλεονασμῷ καὶ συγκοπήν. ἦον γάρ, ἦες ἦεν, δυϊκὰ ἤετον, ἠέτην, καὶ κατὰ δύο