Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.96
Not analysed yet
τοιαύτης ἐπιχειρήσεως κατὰ τοὺς ῥήτορας. καὶ οὕτω μὲν μυθικώτερον. Τῇ δὲ ἀληθείᾳ ὁ Ὅμηρος τεχνικῶς ἑαυτῷ βοηθεῖ. ὡς γάρ τινος τυχὸν ὑποκρούσαντος, πῶς δή ποτε τολμᾷ θεούς, τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην, τιτρῳσκομένους ὑπὸ Διομήδους πλάττειν, παράγει μύθους ἀρχαίους ὁμοίους, ἐν οἷς ἡ Ἥρα, θήλεια καὶ αὐτὴ θεά, συμμαχοῦσά ποτε τῷ Νηλεῖ κατὰ τὴν Πύλον δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ βάλλεται, μείζων τῆς Ἀφροδίτης οὖσα. καὶ πάλιν θεὸς ἄρρην ὁ Ἅιδης τὸν στιβαρὸν ὦμον βέβληται. καὶ αὐτὸς δὲ ὁ νῦν τιτρῳσκόμενος Ἄρης ἔπαθέ τί ποτε κατὰ τὸν πάλαι λόγον καὶ αὐτός, εἰ καὶ μὴ πληγείς, ἀλλὰ δεθεὶς δεσμῷ κρατερῷ, ταὐτὸν δ' εἰπεῖν, χαλεπῷ, καθὰ διασαφεῖ μετ' ὀλίγα ὁ ποιητὴς εἰπὼν «χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα». ὥστε διὰ ταῦτα μηδέν τι τὸν ποιητὴν δοκεῖν πλάττειν ἀπίθανον, εἰ τοιαῦτα προμεμυθολόγηνται περὶ θεῶν. Τὸ δὲ καὶ τὸν Διόνυσον ὑπὸ τοῦ Ἠδωνοῦ Λυκούργου κακὰ παθεῖν, καλὸν μὲν καὶ αὐτὸ εἰς παράδειγμα, οὐχ' ὅμοιον δὲ πάντῃ πρὸς τὰ ἐνταῦθα. οὔτε γὰρ ἐτρώθη ὁ Διόνυσος οὔτε ἐδέθη, ἀλλὰ μόνον ἐδιώχθη. διὸ καὶ διαστήσας ὁ ποιητὴς τὸ τοιοῦτον παράδειγμα ἐπάγει αὐτὸ ὕστερον, ἅμα καὶ γραφῆς εὐπορίαν ἑαυτῷ οὕτω τεχνώμενος καὶ διαφόροις ἐπίτηδες μερίζων τόποις τὰ ὅμοια νοήματα, ἔτι δὲ καὶ διὰ τὸ ἀνομοειδὲς οὐ συντάττων αὐτὸ τοῖς παροῦσι. (v. 385 s.) Φησὶ δὲ τὸν μὲν Ἄρην δεθῆναι ὑπὸ τῶν περὶ Ὦτον καὶ Ἐφιάλτην, οἳ Ἀλωέως μὲν ἦσαν καὶ Ἰφιμεδείας, περὶ ὧν καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. (v. 387) Ἔδησαν δὲ τὸν Ἄρην ἐν χαλκέῳ κεράμῳ, ἤγουν ἀγγείῳ, οἷον πίθῳ. χρῆσις δὲ τῆς λέξεως ταύτης καὶ ἐν τῇ )Ι ῥαψῳδίᾳ. Ἄλλοι δέ φασι δεσμωτηρίῳ στερρῷ, λέγοντες Κυπρίους κέραμον καλεῖν τὸ δεσμωτήριον. οἱ δὲ πόλιν Καρίας φασὶ τὸν Κέραμον, χάλκεον οἷον δοκοῦσαν καὶ τροπικῶς λεχθεῖσαν διὰ τὸ στερρὸν τοῦ τειχίσματος. (v. 387—91) Ἔνθα δεδέσθαι τὸν Ἄρην τρισκαίδεκα μῆνας, ἕως Ἠερίβοια, ἡ τῶν Ἀλωειδῶν μητρυιά, δυσμενῶς τοῖς