Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.95
Not analysed yet
αὕτη τῇ περιωπῇ. Τὸ δὲ ῥέζειν κυρία λέξις ὡς ἐν ποιήσει. διὸ ἐπέμεινεν αὐτῇ ἐνταῦθα ὁ ποιητής. [Ἡ δὲ ἀναλογία τῆς ἐνωπῆς ταύτης κατὰ τὴν μάχιμον ἐνοπήν. ὡς γὰρ τοῦτο ἐκ τῆς ὀπός, ἐκεῖνο ἐκ τοῦ ὠπός.] (v. 378) Ὅτι ἄκρας φιλίας δηλωτικὸν τὸ «ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν». Ἐνταῦθα λαβὼν Σοφοκλῆς Ἀχιλλέως τὰ φίλτατα ἔφη τὸν Πάτροκλον, ὅπερ οἱ μεθ' Ὅμηρον ἐπὶ τῶν πάνυ ἐγγυτάτω φασὶ συγγενῶν. φίλτατα γὰρ ἑκάστῳ γονεῖς καὶ γυνὴ καὶ παῖδες. [Ὅρα δ' ἐν τούτοις καιρίαν ὑπέρθεσιν. φίλον γὰρ υἱὸν ἡ Ἀφροδίτη τὸν Αἰνείαν φαμένη ἐπήγαγεν ὑπερθετικῶς τὸ πολὺ φίλτατος.] (v. 379 s.) Ὅτι πολλῆς τόλμης καὶ θρασύτητος ἐνδεικτικὸν τὸ «οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, ἀλλ' ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται». Καὶ σημείωσαι ὅτι εὐσχημόνως εἰς ἀντιθέους ἡ Ἀφροδίτη ἄγει τοὺς Ἕλληνας, εἴγε καὶ ἀθανάτοισι μαχέσονται, ὥσπερ ποτὲ δηλαδὴ Τιτᾶνες καὶ Γίγαντες. Ὅρα δὲ καὶ τὴν αὔξησιν τοῦ λόγου. πρὸ ὀλίγου μὲν γὰρ ἔφη, ὅτι ὁ Διομήδης καὶ ἂν Διῒ πατρὶ μάχοιτο, ἐνταῦθα δὲ κατὰ μεταποίησιν ῥητορικὴν ἢ παράφρασιν ἐπιτείνουσα τὸν αὐτὸν λόγον φησίν, ὅτι οὐκέτι Τρώων καὶ Ἑλλήνων μάχη, ἀλλ' ἤδη Ἀχαιοὶ καὶ θεοῖς μάχονται ὡς οἷον ἀντίθεοι. καὶ τοίνυν ἦσαν ἀντίθεοι, οὐχ' οἵους μέντοι βούλεται ἡ Ἀφροδίτη λέγειν αὐτούς, ἀλλὰ ἰσόθεοι καὶ κατὰ τὸν Διομήδην ἀγχίθεοι. καὶ ἡ μὲν Ἀφροδίτη κατὰ τῶν Ἀχαιῶν οὕτω λέγει, διὰ τὸ πάθος αὔξουσα τὸ κακόν, ἡ μέντοι μήτηρ Διώνη σεμνότερον λαλοῦσα οὐκ ἐκ βροτοῦ ἀνδρός φησιν αὐτὴν τὸ ἕλκος παθεῖν, ἀλλά τινος τῶν Οὐρανίων. Λέγει δὲ καὶ παρακατιοῦσα ὡς οἱ θεοὶ ἐπ' ἀλλήλοις ἄλγεα τιθέντες ἐξ ἀνδρῶν χαλεπὰ ἄλγεα πάσχουσι. τοῦτο δὲ καὶ παραμυθία ἐστὶ τὸ μὴ ἐξ ἐλαττόνων, ἀλλὰ κρειττόνων ἢ ἴσων πάσχειν τὰ κακά. (v. 382—400) Ὅτι κατὰ μὲν τὸν μῦθον ἡ Διώνη παράγουσα θεῖα πρόσωπα δυστυχήσαντα παραμυθεῖται ἀπὸ τῶν ὁμοίων ἢ καὶ μειζόνων τὴν τῆς θυγατρὸς Ἀφροδίτης πληγήν, ὅτε λέγει ὡς ἔτλη ὁ Ἄρης καὶ ἡ Ἥρα καὶ ὁ Ἅιδης. Καὶ ἔστιν ἐκ τοῦ μείζονος ἡ ἀφορμὴ