Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.11.1
Not analysed yet
ἐπαναλήψεις ἀνομοιόπτωτοι. διὸ καὶ αὐτὸ εἴη ἂν τάχα ἐπανάληψίς τις. ῥηθήσεται δὲ καὶ μετ' ὀλίγα περὶ αὐτοῦ. Ἐνταῦθα δὲ ὅρα ὡς ἐπίτηδες ὁ ποιητὴς ἄρτι ἐκτοπίζει τὸν Ποσειδῶνα εἰς τοὺς Αἰθίοπας, ἵνα πιθανῶς ἐξαγάγῃ τὸν Ὀδυσσέα τῆς νήσου τῆς Καλυψοῦς, μακρὰν ἀποδημοῦντος καὶ εὐωχουμένου τοῦ Ποσειδῶνος ὃς ἐμενέαινε τῷ Ὀδυσσεῖ. δεισιδαίμονες δὲ ὡς εἰκὸς οἱ Αἰθίοπες. διὸ καὶ ἐν Ἰλιάδι ὁ Ζεὺς καὶ οἱ περὶ αὐτὸν, εἰς ἀμύμονας Αἰθιοπῆας ἔβησαν, καὶ πολλὰς ἡμέρας διήγαγον. (Vers. 23.) Ἰστέον δὲ ὅτι τὸ, τοὶ δεδαίαται, ἀντὶ τοῦ οἳ μεμερισμένοι εἰσὶ, Δωρίδι καὶ Ἰάδι μεμέρισται διαλέκτῳ. καὶ ἐστὶν Ἰωνικὸν μὲν, τὸ δεδαίαται κατὰ κανόνα δεδηλωμένον ἐν Ἰλιάδι. Δωριέων δὲ, τὸ τοί. οὗ νοητὴ μὲν, ἄῤῥητος δὲ εὐθεῖα, τός. ὅθεν ἐκβολῇ μὲν τοῦ ταυ, ὅς, τὸ κοινόν. ἀπελεύσει δὲ καὶ τοῦ σίγμα, ὅ. μετὰ σφοδρᾶς δηλαδὴ τονικῆς κρούσεως. καὶ εἰσὶν ἄμφω, ἀντωνυμικὰ ἄρθρα. οἷον. ὃς θαλάσσης βένθεα οἶδε. καὶ, ὃ γὰρ βασιλῆϊ χολωθείς. ἀνεθείσης δὲ τῆς ὀξείας τονώσεως, μένει ἄρθρον προτακτικὸν, τὸ ὀξυνόμενον ὡς ἐῤῥέθη ἀντωνυμικὸν ὅ. τοῦ τοίνυν ὡς εἴρηται Δωρικοῦ ἄρθρου τοῦ τὸς, ἀκολουθία πέφῃνε κλίσεως, τοῦ. τῷ. τόν. καὶ πληθυντικὰ, τοί. τῶν. τοῖς. τούς. ὁποία καὶ ἡ κίνησις τῆς ληγούσης τοῦ, ἄρτος ἄρτου ἄρτῳ ἄρτον ἄρτοι. καὶ ἑξῆς. αὐτοῦ δὲ τοῦ πρωτοτύπου κλιθέντος οὕτω, ἀναλόγως καὶ τὸ ὃς καὶ τὸ ὃ συνεξηκολούθησαν αὐτῷ. παραδέδοται δὲ καὶ ὅτι τὸ ἄῤῥητον ἄρθρον ἀρσενικὸν τὸ τὸς, ἀπελθόντος τοῦ λήγοντος σίγμα, ἐνεργεῖ Δωρικῶς ὡς προτακτικὸν ἄρθρον. καὶ δῆλον φασὶν, ἐκ τοῦ θάτερος. ὅπερ ἶσόν ἐστι τῷ, ὁ ἅτερος. ἵνα ᾖ, τὸ ἅτερος ἤγουν ὁ εἷς, εἶτα συναλοιφῇ καὶ ἅμα τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, θάτερος. λόγῳ δὲ τοιούτῳ, καὶ θηλυκὴ εὐθεῖα, τὴν ἑτέρα ἤγουν ἡ μία. καὶ κατὰ συναλοιφὴν καὶ ὁμοίαν τροπὴν, θατέρα ἡ ἑτέρα Δωρικῶς. εἰ δὲ τὰ τοιαῦτα Δωρικὰ καὶ ἡ λοιπὴ τούτων ἀνάλογος κίνησις Ἀττικοῖς γέγονε φίλα, καινὸν οὐδὲν εἴ τις ἐνθυμοῖτο καὶ τὸ, ὢ Δάματερ τὸ θαυμαστὸν ὃ κεῖται καὶ παρὰ τῷ κωμικῷ Δωρικὸν μὲν ὂν φιληθὲν δὲ εἰς κοινὴν χρῆσιν τοῖς Ἀττικοῖς. καὶ τοιαῦτα μὲν ταῦτα. Τὸ δὲ διχθὰ, ἐπιῤῥηματικῶς ἔχον κατὰ τὸ τριχθὰ καὶ τετραχθὰ τὰ ἐν τῇ Ἰλιάδι, ἐκ τοῦ δὶς ἐπιῤῥήματος παρῆκται καθὰ καὶ τὸ διχῇ καὶ τὸ δίχα καὶ τὸ δισσεύω καὶ ὅσα τοιαῦτα. δοκεῖ δὲ προϋπάρχειν αὐτῶν, ἡ δια πρόθεσις δηλοῦσά ποτε αὐτὴ καθ' αὐτὴν, δυασμόν τινα. ὡς δῆλον καὶ ἐκ τοῦ διαψάλματος καὶ ἐκ τοῦ διαυλεῖν καὶ ἐκ τοῦ διαφαίνειν. διὸ καὶ συντεθεῖσα μετὰ τοῦ δίχα, ἐπιτείνει τὸ δίχασμα ἐν τῷ διάνδιχα, οἷον. διάνδιχα βουλεύεται. ἤγουν δυάζει τὴν βουλὴν ἐν τῷ ἄλλως καὶ ἄλλως ἀναβουλεύεσθαι. (Vers. 22.) Ὅτι ἀπὸ τοῦ αἴθω ἐξ οὗ καὶ ὁ παρὰ τῷ κωμικῷ αἰθὸς καὶ λέων αἴθων καὶ οἶνος αἶθοψ, καὶ οἱ Αἰθίοπες λέγονται, διὰ τὸ ἐπικεκαῦθαι τὴν ὄψιν ὑπὸ τοῦ Ἡλίου. ὅς φασι κατὰ κάθετον ὢν ἐν Αἰθιοπίᾳ, ἐπικαίει πλέον. Καὶ ὅτι διχῶς παρὰ τοῖς παλαιοῖς ἡ ἑνικὴ τοῦ ἔθνους εὐθεῖα, Αἰθίοψ τε γὰρ καὶ Αἰθιοπεὺς. καὶ ὅτι καὶ Διὸς ἐπίθετον, αἰθίοψ. ἴσως μὲν, καὶ διά τι ἕτερον. ἴσως δὲ, καὶ διό τι φαίνεται μυθικῶς φιλῶν ἐπιχωριάζειν τῇ Αἰθιοπίᾳ. οὐκ ἀπεικὸς δὲ, καὶ κατ' ἀλληγορίαν οὕτω καλεῖσθαι αὐτὸν, ὡς φαεινόν. παρὰ τὸ αἴθω τὸ λάμπω. ἀφ' οὗ καὶ ὁ αἰθὴρ Ζεὺς. καὶ αἰθρία ἡ κατ' αὐτὸν εὐδία. καὶ τὸ αἴθριον. καὶ ὁ ἀστὴρ δέ. καὶ τὸ ἄστρον. καὶ αἴθυια ὡς εἰκὸς παρὰ Λυκόφρονι Ἀθηνᾶ, ἡ φωσφόρος. (Vers. 23) Καὶ ὅτι οἱ Αἰθίοπες μεμερισμένοι δίχα οἰκοῦσιν ὡς εἴρηται. οἱ μὲν, δυσομένου ἡλίου. οἱ δὲ, ἀνατέλλοντος. τοῦτο δὲ πολλὴν ἀμφιβολίαν ἐξηγήσεως ἔχει παρὰ τοῖς παλαιοῖς. τοῖς μὲν γὰρ δοκεῖ, δέον εἶναι Αἰθίοπας δέχεσθαι, τοὺς παρ' ὅλην τὴν μεσημβρινὴν ὠκεανίτην γῆν διατείνοντας. καὶ ἀπὸ ἡλίου ἀνίσχοντος, μέχρι δυομένου διήκοντας. οἳ δίχα διῄρηνται φυσικῶς τῷ Ἀραβίῳ ἤτοι Ἐρυθραίῳ κόλπῳ. οἱ μὲν, ἔνθεν κείμενοι τοῦ κόλπου. οἱ δὲ, ἐκεῖθεν. ἀνατολικοί τε, καὶ ἐπὶ θάτερα δυτικοί. μεγίστη γὰρ ἡ Αἰθιοπία, καὶ μείζων φασὶν ἤπερ ἡ πρὸς Βοῤῥὰν ἀπεναντίας Σκυθία. Αἰθιοπία γὰρ καλεῖται, τὰ μεσημβρινὰ πάντα τὰ πρὸς τὸν Ὠκεανὸν ἀπὸ ἀνατολῶν χειμερινῶν παρήκοντα μέχρι δυσμῶν. καὶ ταῦτα μέν τινες. Ἕτεροι δὲ ἀπεναντίας ἥκοντες τοῖς δοξάζουσι παρωκεανίτας καὶ νοτιωτάτους τοὺς Αἰθίοπας εἶναι, μετάγουσιν αὐτοὺς τῇ ἱστορίᾳ καὶ κατάγουσιν ἐπὶ τὰ πρὸς τῇ Αἰγύπτῳ τῆς Λιβύης ἔσχατα βόρεια. ὧν μέμνηται καὶ Ἡρόδοτος, λέγων· Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτου. καὶ τούτους εἶναι φασὶ τοὺς παρ' Ὁμήρῳ Αἰθίοπας. οἷς ἀκολουθῶν καὶ Ἀρίσταρχος, αὐτοὺς νοεῖ Αἰθίοπας. μεμερισμένους μὲν δίχα, διότι σχίζων τὴν κατ' αὐτοὺς γῆν ὁ Νεῖλος, τοὺς μὲν ἀφίησι δυτικωτέρους κεῖσθαι. τοὺς δὲ ἀφορίζει πρὸς τὸ ἀνατολικώτερον. ἐσχάτους δὲ ἀνδρῶν, δηλαδὴ τῶν ἐν τοῖς βορειοτάτοις μέρεσι τῆς Αἰγύπτου τοῖς περὶ θάλασσαν. καθὰ καὶ