Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.12.1
Not analysed yet
Αἰσχύλος φησίν· ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. καὶ αὐτὸς γὰρ τὴν Κάνωβον, ἐσχάτην χθονὸς λέγει ὡς κειμένην βορειοτάτην ἐν τοῖς πρὸς τῇ θαλάσσῃ μέρεσι Αἰγύπτου. ἀλλ' οὕτω μὲν καὶ οἱ περὶ Ἀρίσταρχον. συντρέχει δὲ τῇ τοιαύτῃ ἐννοίᾳ, καὶ ὁ εἰπὼν ὅτι ἡ Αἰθιοπία ἐπ' εὐθείας κεῖται τῇ Αἰγύπτῳ στενὴ καὶ μακρὰ καὶ ἐπίκλυστος. τὰ μέντοι ἔξω αὐτῆς, ἄνυδρα καὶ σπανίως οἰκούμενα. τὰ μὲν πρὸς ἕω, τὰ δὲ πρὸς δύσιν κείμενα. ὅθεν καὶ δίχα διῄρηνται οἱ Αἰθίοπες. οἱ μὲν δυσομένου ἡλίου, οἱ δ' ἀνιόντος. ἔτι σύμφωνα λέγει καὶ ὁ εἰπὼν, Αἰθίοπας τοὺς ὑπὲρ Αἰγύπτου καὶ Ἄραβας καὶ τοὺς ἀπὸ ἡλίου ἀνατολῶν. λέγων εὐθύτριχας εἶναι. τοὺς δὲ ἐκ Λιβύης, τρίχωμα ἔχειν πάντων οὐλότατον. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι, καὶ ἄλλως δὲ οἱ ἀπὸ τῶν στηλῶν καὶ τῆς ἐρυθρᾶς παραπλεύσαντες τῷ Ὠκεανῷ τὴν Λιβύην τὰ τελευταῖα χωρία ἐφ' ἃ πλέοντες ἦλθον, Αἰθιοπικὰ προσηγόρευσαν. ὑπὸ τῆς τοιαύτης οὖν φησὶν ἀκολουθίας ἀχθεὶς καὶ ὁ ποιητὴς ὡς εἰκὸς, δίχα διαιρεῖ τοὺς Αἰθίοπας. τοὺς μὲν πρὸς ἀνατολὴν, τοὺς δὲ πρὸς δύσιν. Ἔτι δὲ, Αἰθίοπες τὴν Λιβύην ἐπελθόντες μέχρι δύσεως, οἱ μὲν, αὐτοῦ ἔμειναν, οἱ δὲ, καὶ τῆς παραλίας κατέσχον πολλήν. ἄλλοι δὲ νοοῦσι τὴν διακεκαυμένην πᾶσαν ζώνην τὴν πρὸς τῷ νότῳ, κατέχεσθαι ὑπὸ Αἰθιόπων μεσολαβοῦντος τοῦ Ὠκεανοῦ. ἑτέρωθεν δὲ αὐτῆς κεῖσθαι δύο εὐκράτους. μίαν μὲν, τὴν καθ' ἡμᾶς ἐν τοῖς νοτίοις ἱστορουμένην καὶ φαινομένην. ἑτέραν δὲ, ἡμῖν ἀνιστόρητον τὴν ἐκεῖθεν ἀντιπέραν τοῦ Ὠκεανοῦ καὶ ὡς εἰπεῖν, ὑπερνότιον. ὅθεν καὶ τοὺς Αἰθίοπας διχῇ μεμερίσθαι λέγουσιν ὑπὸ τοῦ τοιούτου Ὠκεανοῦ. εἴς τε τοὺς παρ' ἡμῖν μεσημβρινοὺς Αἰθίοπας ἐσχάτους ὄντας πρὸς τῷ Ὠκεανῷ, καὶ εἰς τοὺς ὡς εἰκὸς ἀντικρὺ πέραν τοῦ Ὠκεανοῦ. ἐσχάτους καὶ αὐτοὺς κειμένους ἐν τῇ ἑτέρᾳ εὐκράτῳ τῇ ἀθεάτῳ ἡμῖν. ὁ δὲ λόγος οὗτος εἰ καὶ πιθανὸς, ἀλλ' οὖν τερατώδης διὰ τὴν μαθηματικὴν ὑπόθεσιν τῆς ἀντιπέραν εὐκράτου. διὰ ταῦτα τοίνυν τὸ ἔσχατοι ἀνδρῶν, τριχῶς νοεῖται. ἢ διότι παρωκεανίται κατὰ μεσημβρίαν εἰσὶν οἱ Αἰθίοπες, ὧν ἀοίκητος ἡ ἐπέκεινα διὰ καύματος ὑπερβολὴν. ἢ ἔσχατοι πρὸς τὰ βόρεια τῆς Αἰγύπτου κατὰ Ἀρίσταρχον. ἢ κατὰ τοὺς μαθηματικοὺς, ἔσχατοι διὰ τὸ παρ' ἑκάτερα ὡς εἴρηται κεῖσθαι τοῦ Ὠκεανοῦ. οἱ μὲν νότιοι, οἱ δὲ ἐκεῖθεν ὡς ἂν εἴποι τις ὑπερνότιοι ὡς ἐν τοιαύτῃ τινὶ καταγραφῇ. Αἰθίοπες ἀντικείμενοι τοῖς καθ' ἡμᾶς μεσημβρινοῖς, οἰκοῦντες ἐν τῇ πέραν εὐκράτῳ κατὰ τοὺς μαθηματικοὺς. Ὠκεανὸς μεσημβρινὸς, περὶ ὃν ἡ διακεκαυμένη ζώνη. Αἰθίοπες μεσημβρινοὶ πρὸς αὐτῷ Νότῳ ἐν Λιβύῃ ἔσχατοι τῆς ἡμετέρας ἐκεῖ εὐκράτου κατὰ τὸν γεωγράφον. Αἰθίοπες ἕτεροι ἐν τῷ βορειοτάτῳ ἐσχάτῳ τῆς αὐτοῦ Λιβύης τῷ κατὰ Αἴγυπτον καὶ Ἑσπερίαν θάλασσαν ὡς Ἀριστάρχῳ δοκεῖ. Ὅτι δοκεῖ τισὶν ὁ ἐνταῦθα Ὁμηρικὸς Ποσειδῶν πρὸς τοὺς ἀνατολικωτέρους Αἰθίοπας ἀπελθεῖν, διὰ τὸ λέγειν ἐν τοῖς ἑξῆς τὸν ποιητὴν ὅτι ὁ Ποσειδῶν πλέοντα τὸν Ὀδυσσέα εἶδεν ἐκ Σολύμων ὀρέων ἅπερ εἰσὶν ἐκεῖ ἀνατολικώτερα. Ἰστέον δὲ ὅτι εὐλόγως δοκεῖ ὁ Ποσειδῶν τῇ τῶν Αἰθιόπων γῇ χαίρειν. αὐτοὶ μὲν γὰρ, περὶ Λιβύην. ἀπὸ Λιβύων δὲ ἐξ ἀρχῆς κατὰ Ἡρόδοτον τὸ τοῦ Ποσειδῶνος ὄνομα ἦλθεν εἰς Ἕλληνας, καθὰ καὶ τὸ τοῦ Ἡρακλέος. (Vers. 25.) Ὅτι ταύρων καὶ ἀρνειῶν ἑκατόμβη τῷ Ποσειδῶνι ἐθύετο καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐνταῦθα, εἰπών. ἀντιόων ταύρων τὲ καὶ ἀρνειῶν ἑκατόμβης. ταύρων μὲν, διὰ τὸ γόνιμον τοῦ ὕδατος τὸ ἐκ τοῦ ἄρδειν, εἴγε καὶ ἄρσην λέγεται ἀνὴρ ὡς προείρηται. ἔτι δὲ καὶ πόσις ὁ αὐτὸς, ὡς γόνιμος, καὶ ἄλλως δὲ, διὰ τὸ τοῦ ὕδατος ἔστιν ὅτε μυκητικὸν καὶ πληκτικὸν τοῦ πελάζοντος καὶ ἑλικτὸν δὲ δίκην κέρατος. ἀρνειῶν δὲ, διὰ τὸ ἐξ αὐτοῦ νεάζον καὶ θαλερόν. καὶ διὰ τὸ οἷον εἰπεῖν, χειρόηθες τῆς γαλήνης καὶ ἁπαλὸν ἐν εὐδίας καιρῷ. Ἰστέον δὲ ὅτι οὐ ταυτὸν δηλοῦσιν οἱ ἄρνες καὶ οἱ ἀρνειοὶ, ἀλλὰ τελειότερόν ἐστι τοῦ ἀρνὸς ὁ ἀρνειὸς ὡς ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. διὸ καὶ Ὀδυσσεύς που ἀρνειῷ πηγεσιμάλλῳ εἰκάζεται. καὶ ἀρνειὸς δὲ αὐτὸν σώζει τὸν τηλικοῦτον, ἐκ τοῦ Κύκλωπος. Γίνεται δὲ ὁ ἀρνειὸς, ἐκ τοῦ ἀρνὸς πλεονασμῷ τῆς ει διφθόγγου. ὡς ἀδελφὸς ἀδελφειὸς καὶ ὅσα τοιαῦτα. περὶ δὲ ἑκατόμβης, ἐν τῇ α τῆς Ἰλιάδος γέγραπται. Ἰστέον δὲ ὡς οὐ μόνον ἑκατόμβαι, ἀλλὰ καὶ τριττύες ἦσαν ὅ ἐστι τριῶν ζῴων θυσίαι, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα φανήσεται. κατὰ δὲ Παυσανίαν, καὶ δωδεκίδες θυσίαι δώδεκα ἱερείων, περὶ οὗ εὑρήσεται ἀλλαχοῦ, ὅτι δωδεκῇ-